Ancient Greek
2.27.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.27.4
Unproofread scanNot analysed yet
αὐτὴ s 28 ταυτὸ P μέρη P ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31 C 32 A] ἰσότητος ἔχουσι τὴν γένεσιν· εἰ δὲ τοῦτο, τὸ μονοειδὲς ἔχουσι καὶ τὸ συναγωγὸν καὶ ἐνοποιὸν τῶν πραγμάτων. ἡ γὰρ ἰσότης ἂνὰ λόγον ἐστὶ ταυτότητι καὶ τῇ μονάδι καὶ τῷ πέρατι καὶ τῇ ὁμοιότητι, δι’ ὧν ἡ κοινωνία τοῖς οὖσιν ἐστι. διὸ καὶ τὸ πέφυκεν οἰκείως προσέθηκεν ὁ Πλάτων, ὅτι τὸ αὐτοφυὲς ἔχουσιν αἱ ἀναλογίαι καὶ πᾶσαι αἱ μεσότητες καὶ οὐ μεμηχανημένον ἐπάγουσι τὸν δεσμὸν οὐδ’ ἐπεῖσακτον, ἀλλ’ ἐν αὐταῖς ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσιν ἀναφαίνονται τῶν πραγμάτων.