Ancient Greek
2.270.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.270.1
Unproofread scanNot analysed yet
262 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36CD] τὰ ἔναντία, τὸ πεπλαγιασμένον, τὸ ἄλογον, τὸ περιεχόμενον, τὸ διαιρετικὸν τῶν γωνιῶν· κατὰ πάντα γὰρ ταῦτα πλευρὰ διαμέτρου διενήνοχε. ταῦτα δὲ ὑπάρχει καὶ τοῖς τῆς ψυχῆς κύκλοις· ὁ μὲν γὰρ ἐστὶν ἀπλότητι καὶ ὅρῳ καὶ πέρατι συγγενής, ὁ δὲ ποικιλίᾳ καὶ πλήθει καὶ τῇ ἀπειροδυνάμῳ φύσει, καὶ ὁ μὲν συνεκτικὸς ἐστίν, ὁ δὲ διαιρετικός, καὶ ὁ μὲν τὴν τοῦ περιέχειν ἔλαχεν ἀξίαν, ὁ δὲ τὴν τοῦ περιέχεσθαι. εἰκότως ἄρα ὁ μὲν λέγεται περιάγεσθαι κατὰ πλευρῶν ὡς B ἀπαρέγκλιτος, ὡς ἡνωμένος, ὡς μονοειδής, ὁ δὲ κατὰ διάμετρον ὡς προόδῳ χαίρων καὶ πολλαπλασιασμοῖς καὶ ὡς ἑτεροποιός· καὶ γὰρ ἡ διάμετρος μείζων δύναται τῆς πλευρᾶς καὶ διαιρεῖ τὰς γωνίας καὶ ἐξ ἑνὸς πλείω ποιεῖ τὰ χωρία καὶ πλαγία κείται· διὸ καὶ ἐν τοῖς ἐπομένοις ἐρεῖ [39 A] τὴν θάτερον φοράν εἶναι πλαγίαν. ταῦτα δὲ πάντα τῆς τοῦ ἀπείρου φύσεως γνωρίσματα ἐστι. 15 Κράτος δὲ ἔδωκε τῇ ταυτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἀσχίστον εἵασεν [36 D]. Θεσμὸς οὖτός ἐστι δημιουργικὸς ἄνωθεν ἀπὸ τῶν νοητῶν νοητῶς καθήκων, τὰ ἀπλούστερα τῶν ποικιλωτέρων κρατεῖν, τὰ μονοειδέστερα τῶν πληθουμένων, τὰ πεπερασμένα τῶν 20 ἀπείρων, τὰ νοερώτερα τῶν ἧττον τοιούτων. ὥσπερ οὖν ἐν τοῖς νοητοῖς τὸ πέρας κρατεῖ τοῦ ἀπείρου καὶ ἐν τοῖς νοεροῖς τὸ ἄρρεν τοῦ θήλεος καὶ ἐν τοῖς ὑπερκοσμίους ἡ ταυτότης τῆς ἑτερότητος καὶ ἡ ὁμοιότης τῆς ἀνομοιότητος, οὕτω καὶ ἡ ταυτοῦ περίοδος ἐπὶ τῆς ψυχῆς κρατεῖ τῆς θάτερου περι- 25 φορᾶς. διὸ δὴ καὶ ἐν τοῖς αἰσθητοῖς κρατεῖται τὸ πλανώμενον ὑπὸ τοῦ ἀπλανοῦς, καὶ πᾶν τὸ πολυειδὲς γένος τῆς ζωῆς ὑπὸ τῶν μονοειδῶν αἰτίων συνέχεται. ληπτέων οὖν καὶ ἀπὸ τούτων, ὅτι ἡ ταυτότης ἑτερότητός ἐστι κρείττων, καὶ ὅτι πάλιν ἡ ὁμοιότης ἀναφαίνεται κρείττων τῆς ἀνο- 30 μοιότητος, ἀλλ’ οὐχ ὡς οἱ πολλοὶ τῶν Πλατωνικῶν τὴν ἑτερότητα τῆς ταυτότητος ἀμείνω λέγουσι καὶ τὴν ἀνομοιότητα τῆς ὁμοιότητος· δι’ αὐτὸ γὰρ τὸ τῆς ταυτότητος εἶδος ὁ ταυτοῦ κύκλος θειότερος· τὸ γὰρ ἀσχίστον τὴν ἕνωσιν