Ancient Greek
2.272.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.272.2
Unproofread scanNot analysed yet
2 ἐπικύκλοις P 3 αὐτῶν Q ἄλλου P 7 ἑσπερίαν καὶ ἔοικεν, ὡς ἐν τούτοις δηλοῖ τὴν διαφορὰν τῶν ἰσοδρόμων ἀστέρων πρὸς τοὺς ἀνισοδρόμους, καὶ ἐν τοῖς φαινομένοις πρὸ αὐτῶν τῶν ἀστέρων ἀντιτιθέναι πρὸς τοὺς ἀνίσως <τοὺς ἴσως> θέοντας τῶν κύκλων, ἐφ’ ὧν φέρονται. μόνους γοῦν τοὺς κύκλους ἐν τῇ ψυχῇ θεῖς ἄνευ τῶν ἀστέρων —οὔπω γὰρ ὑπέστησαν —τούτους ἔφατο κινεῖσθαι, τοὺς μὲν ὡς ἰσοδρόμους, τοὺς δὲ ἀλλήλοις τε καὶ τούτοις ἀνίσως. καὶ ταῦτα μὲν δῆλα. τὸ δὲ κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, τῶν διαστάσεων οὐσῶν ἑκατέρων τριῶν, γεγονέναι τὴν σχῖσιν τῶν ἐπὶ τούτων κύκλων ἔστι μὲν ὡς γε κατὰ τὴν λέξιν ὑποδύσκολον, σημαίνει δὲ ὅμως, ὅτι κατὰ ἑκάστην διάστασιν τῶν διπλασίων τε καὶ τριπλασίων διαστάσεων, οὐσῶν ἑκατέρων τριῶν —ἐν γὰρ τέτρασιν ὅροις αἱ διαστάσεις τρεῖς —ἡ σχῖσις γέγονεν, ὃ ἐστὶ τῷ κατὰ μήκος ταυτόν, ἵν’ <ἐν> ἑκάστῳ τῶν ἐπτά κύκλων ἐνῶσιν αἱ διαστάσεις πᾶσαι καὶ οἱ λόγοι πάντες· εἰ μὲν γὰρ κατὰ μίαν διάστασιν ἡ τομὴ γεγένητο, αἱ μὲν ἐν ἄλλοις, αἱ δὲ ἐν ἄλλοις κύκλοις τῶν διαστάσεων ἀπεμερίζοντο <ἄν>· διότι δὲ καθ’ ἑκάστην ἡ διαίρεσις προῆλθεν, ἔστιν ἑκάστης ἑκάστη μοῖρα, καὶ πάντες οἱ κύκλοι πάντων μετέχουσι τῶν λόγων. εἰ μὴ ἄρα τούτων ἀληθέστερόν ἐστι λέγειν, ὅτι κατὰ τὸν ἀριθμὸν τῶν τοῦ διπλασίου καὶ τριπλασίου διαστάσεων ἐξ οὐσῶν ἕξαχὴ τοὺς κύκλους ἕτεμεν· ἐφεξῆς γὰρ κειμένων τῶν διαστάσεων, ἀλλ’ οὐχὶ κατὰ βάθος διηρημένων —λέγω δὲ ἐφεξῆς ὥστε τετάσθαι κατὰ τὸν ὅλον κύκλον, ὡς ἦσαν τεταμένοι κατὰ τὴν ὅλην εὐθεῖαν, ἧς ἐγένετο καμφθείσης ὁ κύκλος —γελοῖον ἦν τὴν κατὰ βάθος τομὴν τοιαύτην ποιεῖν, ὥστε μοῖρα μιᾷ τῶν κύκλων ἑκάστον διορίζειν. Τούτων δὴ προειλημμένων