Ancient Greek
2.282.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.282.1
Unproofread scanNot analysed yet
274 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] ὡς περὶ μιᾶς τε ψυχῆς τῆς εἰρημένης πάσης καὶ ἐγκοσμίου 225 γε ταύτης ἐνδειξομένου. διόπερ ἄμεινον ἡγοῦμαι παρὰ μὲν τούτων, ἐκεῖνο λαβεῖν ὡς ἀρχήν, ὅτι δεῖ τὸ ὅλον μένειν ἐν ταῖς διαιρέσεσι, παρὰ δὲ ἐκείνων τὸ περὶ ἐγκοσμίων εἶναι ψυχωσέων τὸν λόγον, καὶ λαβόντας εἰπεῖν, ὅτι δή ἡ μία ψυχὴ τοῦ κόσμου καὶ ἀδιαίρετός ἐστι καὶ διῆρται κατὰ τάσδε τὰς δυνάμεις, πρώτην μὲν διὰδα, δευτέραν δὲ τριάδα καὶ τετράδα, τρίτην δὲ ἑβδομάδα· κατὰ γὰρ τοὺς ἀριθμοὺς τούτους ἡ διαιρέσεις γέγονεν αὐτῆς. καὶ ταῦτα μὲν ὁ παρ’ ἡμῶν λόγος. Θεόδωρος δὲ ὁ ἐκ τῆς Ἀσίνης φιλόσοφος, τῶν Νομμηρείων λόγων ἐμφορηθείς, καινοπρεπέστερον τοὺς περὶ τῆς ψυχογονίας διέθηκε λόγους, ἀπὸ τῶν γραμμάτων καὶ τῶν χαρακτήρων καὶ τῶν ἀριθμῶν ποιούμενος τὰς ἐπιβολάς. ἵνα οὖν καὶ τὰ τούτω δοκοῦντα συντόμως ἔχωμεν ἀναγεγραμμένα, φέρε, καθ’ ἕκαστον ὧν λέγει, ποιησώμεθα σύνοψιν ἐν κεφαλαίοις. τὸ μὲν οὖν πρῶτον ἄρρητον αὐτῷ καὶ ἀνεκλάλητον καὶ πηγὴ τῶν πάντων καὶ τῆς ἀγαθότητος αἴτιον καλῶς ἀνύμνηται. μετὰ δὲ τούτο οὕτως ἐξηρημένον τῶν ὅλων τριάς ἐστιν ἢ τὸ νοητὸν αὐτῷ πλάτος ὁρίζουσα, ἣν καλεῖ τὸ ἕν, ἐκ τε τοῦ ἀσώματος οὐσίαν τοῦ ἀρρήτου πῶς ὄντος, ὃ μιμεῖται ἢ δασειὰ τοῦ ἑν, καὶ ἐκ τῆς ἀψίδος αὐτοῦ τοῦ ἑ μόνου, χωρὶς τοῦ συμφώνου, καὶ αὐτοῦ ἤδη τοῦ ὑ. ἄλλη δὲ μετὰ ταύτην τριάς ὁρίζει τὸ νοερὸν βάθος καὶ ἄλλη τὸ δημιουργικόν· ἢ μὲν γὰρ ἐστι τὸ εἶναι πρὸ τοῦ ὄντος, τὸ νοεῖν πρὸ τοῦ νοῦ, τὸ ζῆν πρὸ τῆς ζωῆς. ἡ δὲ δημιουργικὴ τριάς μετὰ ταύτας ἐστὶ, πρῶτον μὲν ἔχουσα τὸ ὄν, δεύτερον δὲ τὸν νοῦν, τρίτον δὲ τὴν πηγὴν τῶν ψυχῶν. ἀπὸ δὲ ταύτης τῆς τριάδος ἄλλη τριάς, ἢ αὐτοψυχὴ καὶ ἢ καθόλου καὶ ἢ τοῦ παντός, περὶ ὧν τῆς διαιρέσεως καὶ ἐμπροσθεν εἴπομεν, ὧν ἑκάστη προῆλθε μὲν ἀπὸ πάσης τῆς δημιουργικῆς