Ancient Greek
2.287.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.287.4
Unproofread scanNot analysed yet
Πρῶτον ἦν κεφάλαιον, ὡς προεῖρηται [p. 125, 1288], τῶν περὶ ψυχῆς λόγων τὸ περὶ τῆς ὑπάρξεως αὐτῆς, δεύτερον τὸ περὶ τῆς ἁρμονίας, τρίτον τὸ περὶ τοῦ σχήματος, τέταρτον τὸ περὶ δυνάμεων, πέμπτον τὸ περὶ ἐνεργειῶν. τὰ μὲν οὖν ἄλλα πάντα τελεώτατα ἀνεδίδαξεν ὁ φιλόσοφος, τελευταῖον δὲ ἦν τοῦτο τὸ περὶ τῶν ἐνεργειῶν, ὃ δὴ προστίθησιν ἐν τούτοις. ἀλλ’ ἐπειδή διτὸν ἐστιν ἐνεργείας εἶδος ἐν ψυχῇ, τὸ τε γνωστικὸν λέγω καὶ τὸ κινητικόν, ἰδίᾳ μὲν περὶ τῆς κινητικῆς, ἰδίᾳ δὲ περὶ τῆς γνωστικῆς ποιήσεται τὸν