Ancient Greek
2.288.36
Proclus Phil., In Platonis Timaeum Commentaria 2.288.36
Unproofread scanNot analysed yet
29 παρούσης Q: πληρούσης P τὸ δὲ μετὰ τοῦτο μὴ χρονικὸν ὑπολάβῃς, ἀλλὰ τάξεως σημαντικόν· ἄλλη γὰρ ἐστὶν ἡ χωριστὴ ζωή τῆς ψυχῆς, καὶ ἄλλη <ἡ> δευτέρα μετὰ ταύτην ἡ πρὸς τὸ σῶμα κοινωνοῦσα, καὶ προηγεῖται τὰ τελειότερα τῶν ἀτελεστέρων ἐπὶ τῆς θείας οὐσίας. τὸ δὲ ἐντὸς αὐτῆς συμφυὲς ἀποφαίνει τὸ σῶμα τῇ ψυχῇ καὶ ἔγγονον αὐτῆς· εἰ γὰρ ἐν αὐτῇ προῆλθε, κυρία τῆς ὑποστάσεώς ἐστιν αὐτοῦ καὶ περιεῖληφε πᾶσαν αὐτοῦ τὴν οὐσίαν καὶ συνεργεῖ τῷ δημιουργῷ πρὸς τὴν διακόσμησιν τοῦ σώματος· οὐ γὰρ ὥσπερ αἱ μερικαὶ ψυχαὶ παρ’ ἄλλων πεπλασμένα τὰ σώματα παραδέχονται καὶ διὰ τοῦτο ποτὲ μὲν αὐτῶν κρατοῦσι, ποτὲ δὲ ἄκρατεῖς γίνονται τῶν οἰκείων ὀργάνων, οὕτω καὶ ἡ τοῦ παντός· ἀλλ’ αὐτὴ προελθοῦσα συμπαραγεί τῷ πατρὶ τὸν ἑαυτῆς οἶκον, μᾶλλον δὲ τὸ ὄχημα ἑαυτῆς· διὸ καὶ κρατεῖ τοῦ παντὸς ἀιδίως καὶ ἀπραγμόνως ἐνεργεῖ· πᾶν γὰρ τὸ κατ’ οὐσίαν ποιοῦν ἀ ποιεῖ μετὰ ῥαστώνης ποιεῖ. τὸ δὲ ἐτεκταίνετο δηλοῖ μὲν καὶ τὴν διὰ τῶν στερεῶν καὶ ἀντιτύπων προιοῦσαν τοῦ δημιουργοῦ ποίησιν, δηλοῖ δὲ καὶ τὴν ἔξωθεν ἐπισκευαστὴν διαμόρφωσιν καὶ εἰδοποιίαν τῶν αἰσθητῶν, καὶ μονονουχὶ τοῖς Ἥφαιστείοις ὀργάνοις παραδίδωσιν αὐτὸν χρώμενον, οἷς ἐκεῖνος χαλκεύει τὸν ὅλον οὐρανόν, διαζωγραφῶν τὰ πάντα τοῖς εἴδεσι καὶ τορνεύων τοὺς ὄγκους καὶ σχηματίζων ἐκάστους κατὰ τὸ προσῆκον αὐτοῖς εἶδος. τριττῆς δὲ οὐσης τῆς περὶ τὸ πᾶν δημιουργίας, πρώτης μὲν καθ’ ἣν ἐκ τῶν στοιχείων ἀναλογίᾳ δεθέντων ὅλον ἐξ ὅλων αὐτὸ παρήγαγε, τῆς δὲ δευτέρας. . καθ’ ἣν ἐκ τῶν ὅλων αὐτὸ σφαιρῶν διεκόσμησεν· ἀδύνατον γὰρ ἐκ τῶν στοιχείων ὅν μὴ διηρησθαι ταῖς σφαίραις· τρίτης δὲ τῆς ἐκ τῶν μερικῶν αὐτὸ συμπληρουσῆς ζωῶν, οὐρανίων, ἀερίων, ἐνυδρίων, χθονίων, ἐν τούτοις τὴν μέσην ἡμῖν ἐξέφηνεν· ὁ γὰρ τεκταινόμενος εἴσω τῆς ψυχῆς πᾶν τὸ σωματοειδὲς τῆς διηρημένης εἰς