Ancient Greek
2.290.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.290.1
Unproofread scanNot analysed yet
282 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36DE] τοὺς κύκλους δηλοῦντι κατὰ τὰς σφαῖρας αὐτὸ διαιρῶν D τεκταίνεται· τῶν γὰρ κύκλων αἱ σφαῖραι δήπου εἰκόνες, διὰ· διαμορφῶν τεκταίνεσθαι λέγεται πᾶν τὸ σωματοειδὲς ἐντὸς τῶν τῆς ψυχῆς κύκλων. ὅ καὶ δῆλον, ὅτι οἱ ὀκτὼ κύκλοι καὶ τὸ ὑπὸ σελήνην ἐν ἑαυτοῖς περιεῖχον, εἴπερ πᾶν τὸ σωματοειδὲς ἐνέθηκεν αὐτοῖς ὁ δημιουργός· εἰ γὰρ μή, πάντως ἂν εἴπεν, ὅτι πᾶν τὸ οὐράνιον ἐντὸς αὐτῶν, ἀλλ’ οὐχ ὅτι πᾶν ἐτεκταίνετο τὸ σωματοειδές. ἔστιν οὖν ἐν ἐκεῖνοις καὶ τὸ ὑπὸ τὸν οὐρανὸν πᾶν, ὡς τῷ οὐρανῷ συνδιηρημένον ἢ ὡς ἐν τῷ τῆς σελήνης κύκλῳ περιεχόμενον, καὶ τῶν θεολόγων τὴν σελήνην καλούντων γῆν διὰ τὴν τῆς γῆς ταύτης οἰκειότητα πρὸς αὐτήν· κοινὸν γοῦν αὐτοῖς τὸ ἀποκρύπτειν τὸ φῶς.