Ancient Greek
2.290.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.290.3-2
Unproofread scanNot analysed yet
Καὶ μέσον μέση ξυνάγων προσήρμοττεν [36 E]. Ὁ μὲν Πορφύριος τὸ μέσον ἀντὶ τοῦ φυτικοῦ τῆς ψυχῆς ἀκούσας πειρᾶται συναρμόζειν αὐτὸ τῷ μέσῳ τοῦ παντός, καίτοι φυτικὸν ἐνταῦθα μηδαμοῦ τοῦ Πλάτωνος μηδ’ ἄχρις ὀνόματος παραλαβόντος· εἰ δέ γε συμφυέστερον ἐθελοίμεν ἐξηγεῖσθαι τὴν λέξιν ταύτην, ἐκεῖνο ὁρτέον, ὅτι τὸ τοῦ κόσμου μέσον ἐνετίθει τῇ ψυχῇ μέσην ἔχουση τάξιν τοῦ τε νοῦ καὶ τοῦ σώματος, καὶ οὐχ ἁπλῶς ἐν αὐτῇ, ἀλλ’ ἐν τῷ μεσαυτάτῳ τῆς ψυχῆς· τοῦτο γὰρ τὸ μέση αὐτῇ τὸ μέσον συναγαγεῖν. δηλοῖ δὲ ταύτην τὴν διάνοιαν τὸ ἐξῆς ἢ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντη διαπλεκεῖσα. λάβωμεν τοίνυν ἀπὸ τούτων, ὅτι δὴ καὶ πᾶν τὸ σωματικὸν ὁμοίως πανταχόθεν ἐψύχωται, καὶ πᾶσα ἡ ψυχὴ πανταχόθεν ἐξῆρται τοῦ σώματος, ἵνα δὴ μιμῆται τὸν ὅλον δημιουργὸν καὶ παρόντα πᾶσι καὶ τῶν ὅλων ἐξηρημένον, καὶ ὡς τὸ μὲν μέσον εἶναι τὸ σωματικὸν τῆς ψυχῆς ποιεῖ πανταχόθεν ὁμοίως αὐτοῦ διήκειν τὴν ψύχωσιν· εἰ γὰρ τὰ ἄκρα τοῦ παντὸς τοῖς μέσοις αὐτῆς συνήπτον, τὰ μὲν ἂν ἦν πορρωτέρω, τὰ δὲ ἐγγυτέρω τῆς ψυχῆς· δεῖ δὲ πάντα ἐν