Ancient Greek
2.291.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.291.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36 E] αὐτῇ μένειν οἷον ἐρριζωμένα καὶ πληρούμενα ζωῆς ἀπ’ αὐτῆς. τὸ δὲ μέση προσημοῦσθαι τῇ ψυχῇ τὸ καὶ ταύτην ὁμοίως ἐξηρῆσθαι πάντων καὶ ἴσον ἀπέχειν ἀπὸ πάντων· εἰ γὰρ τῶν μὲν πλείον ἀπέχει, τῶν δὲ ἔλαττον, σχέσιν αὐτῇ 5 πρὸς τὰ δεύτερα δάσομεν. ἑκάτερον ἄρα ἀληθές, καὶ τὸ μέσον τὸ σῶμα καὶ τὸ μέση συννημοῦσθαι τῇ ψυχῇ. καὶ μὴν καὶ τὸ συναγαγεῖν τὴν ἕνωσιν ἐμφαίνει τὴν δημιουργικὴν F καὶ τὸν δεσμὸν τὸν αὐτόν, καθ’ ὃν ἀίδιον ἐστὶ τὸ πᾶν, τὸ δὲ προσαρμόσαι τὴν ἐναρμόνιον ὁμιλίαν τοῦ σώματος πρὸς 10 τὴν ψυχὴν, ἐκείνης τε τὰ ἑαυτῆς πραττουσῆς καὶ τούτου τὴν οἰκείαν τάξιν διαφυλάττοντος καὶ οὐ περισπῶντος τὴν νόησιν τῆς θείας οὐσίας οὐδὲ καθέλκοντος· τοῦτο γὰρ ἐστὶ τὸ ἐναρμόνιον τῆς κοινωνίας εἶδος. εἰ δὲ ἐν τῇ τοῦ χείρονος ὁμιλίᾳ καὶ κρείττονος ἀρίσταται τὸ κρεῖττον τῆς ἑαυ- 15 τοῦ τελειότητος, ἢ τὸ χεῖρον παρεμπίπτον θόρυβον παρέχει ταῖς τοῦ κρείττονος ἐνεργείαις, ἀνάρμοστός ἐστιν ἡ τοιαύτη 228 κοινωνία καὶ πλημμελῆς. καὶ ἡ ψυχὴ ἄρα κατὰ τοὺς ἀρμονικοὺς ὑπέστη λόγους, καὶ τὸ σωματοειδὲς ἅπαν πρὸς αὐτὸ δι’ ἀναλογίας ἐγένετο φίλον, καὶ τὸ ὅλον ἐναρμονίως 20 συνετετέθη. τίνες οὖν τῶν δεσμῶν τούτων ἀλυτώτεροι καὶ ἀδιώτεροι καὶ θειότεροι φασιεῖν ἄν; οὐδένες· πλὴν εἰ λέγοι τις τὴν τοῦ δῆσαντος βούλησιν αὐτὴν τὴν τῶν δεδεμένων ἐξηρημένην.