Ancient Greek
2.292.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.292.3
Unproofread scanNot analysed yet
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠρεθόνται καὶ διὰ ταύτης ἐξωθεν τὸν ὅλον περιβάλλουσα κόσμον. καὶ εἰ δεῖ τἀληθῆ λέγειν, ἀπέγραφε διὰ τῆς ὁήσεως ταύτης τὰ στόματα τῶν οἰομένων ὡς κυκλικὸν εἶναι τὸ σχῆμα τῆς 20 ψυχῆς καὶ διαστατὸν οὕτως· πῶς γὰρ ἐνδέχεται τῷ σώματι κύκλον συνδιαπλακῆναι καὶ ἐξ ἴσου διαταθῆναι, περικαλύπτειν τε αὐτὸ μετὰ τοῦ κατὰ πᾶσαν αὐτῷ τὴν τοῦ ὀγκοῦ διάστασιν ἐφαρμόσαι; τοῦτο μὲν οὖν αὐτόθεν δῆλον ψευδῆ τὴν φαντασίαν δεικνύον τῶν οὕτως ὑπολαβόντων. πρὸς 25 C δὲ τούτῳ δεῖ θεωρεῖν, ὅ καὶ πρότερον εἴπομεν, ὅπως ἡ τε διαπλοχὴ καὶ τὸ κύκλῳ πάντη περικαλύπτειν τὸν οὐρανόν' ἐξωμώσε τὴν ψυχὴν πρὸς τὴν νοερὰν ζωήν, ἣν εἶπεν ἐμπροσθεν [36 C] πέριξ λαβεῖν τοὺς δύο κύκλους αὐτῆς· ὡς γὰρ ἐκείνη τὴν ψυχὴν, οὕτως αὐτὴ περιελήφει 30 τὸν οὐρανόν. πρὸς δὲ τούτοις ἀμφοτέροισι ἐννοητέον, ὅπως ἀπείκασται τοῖς θεοῖς ἐκείνοις, οἷς τὸ ὅμοιον ὁ Παρμενί-