Ancient Greek
2.294.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.294.1
Unproofread scanNot analysed yet
νονία ζωῆς καὶ συνέχεια καὶ ζωογονία προϊούσα τε ἀπὸ τοῦ δημιουργοῦ καὶ ἐπιστρέφουσα πάλιν πρὸς αὐτόν· ὡς γὰρ τὸ περικαλύπτειν οὐ διαστηματικῶς οὐδὲ τοπικῶς ἠκούομεν, ἀλλ’ ὡς πανταχόθεν τῆς ψυχῆς ὡσαύτως ἐξηρημένης τοῦ σώματος καὶ αὐτῷ τῷ ἐξηρησθαι μονοειδῶς αὐτὸ περιεχοῦσης, οὕτω δὴ καὶ τὸ διαπλακῆναι μὴ περισσῶς ἀκούσωμεν, ἀλλὰ τὴν διὰ πάντων διήκουσαν ψύχωσιν καὶ τὴν ἕνωσιν πάντων τὴν πρὸς αὐτὴν ἐν τούτῳ δηλοῦσθαι νομίσωμεν· καὶ γὰρ πάντα πληροῦσα ἑαυτῆς ἐστι καὶ πάντα συνέχουσα πρὸ τῶν ἄλλων ἑαυτὴν ἐν τῇ καθαρότητι συνέχει καὶ τὸν κόσμον εἰς ἑαυτὴν ἐπιστρέφουσα πολλῷ δήπου μᾶλλον αὐτὴ πρὸς ἑαυτὴν ἐπέστραπται. διὸ δὴ καὶ ὁ Τίμαιος ἐπήνεγκεν, ὅτι αὐτὴ ἐν αὐτῇ στρέφεται πρὸς ἀντιδιαστολὴν τοῦ σώματος στρεφομένου μὲν, οὐκ ἐν αὐτῷ δέ, ἀλλ’ ἐν τῷ τόπῳ παντί, ὃν κατέχει· τοῦτο μὲν γὰρ στρέφεται τοπικῶς, ἡ δὲ ψυχὴ ζωτικῶς καὶ νοερῶς, νοοῦσα ἑαυτὴν καὶ ἑαυτὴν εὑρίσκουσα τὰ πάντα οὖσαν· πλήρωμα γὰρ ἐστὶ τῶν ὅλων, εἰκόνας ἔχουσα τῶν πάντων, ὡς θεωμένη στρέφεσθαι ἐν ἑαυτῇ λέγεται, τῆς μὲν στροφῆς τὸ νοερὸν ἄμα καὶ ἀποκαταστατικὸν ἐνδεικνυμένης, τοῦ δὲ αὐτὴ ἐν ἑαυτῇ τὸ τῆς αὐτοκινήσεως ἴδιωμα· στρέφεται γὰρ καὶ αὐτὸ τὸ πᾶν, ἀλλ’ ὑπ’ ἄλλου κινούμενον. ἐνταῦθα δὴ κάκεινο διαλέλυται τὸ παρ’ ἡμῶν ζητούμενον. ἐζητοῦμεν δὲ εἰς πᾶσαν τὴν ψυχογονίαν βλέποντες, ποῦ τὴν γνωστικὴν ἰδιότητα δέδωκεν, ὥσπερ τὴν οὐσιώδη καὶ τὴν ζωτικὴν, τὴν μὲν διὰ τοῦ τριπλεκοῦς μίγματος, τὴν δὲ διὰ τῆς κινήσεως τῆς ἐν ταύτῳ· καὶ ἔλεγόμεν [p. 244,17], ὅτι διὰ τῆς εἰς κύκλον περιagogῆς ἐπιστρέψας αὐτὴν πρὸς αὐτὴν γνωστικὴν ἑαυτῆς ἀπετέλεσε. τοῦτο τοίνυν ἐν τούτοις σαφέστερον ἐδήλωσεν· ἐγχειρήσας γὰρ εἰπεῖν, ὅπως γινώσκει τὰ πάντα, στρέφεσθαι φησιν αὐτὴν εἰς ἑαυτὴν καὶ στρεφομένην ἀρξασθαι βίον διαζῆν ἔμφρονα καὶ νοερὸν. αὐτοῦθεν οὖν δῆλον, ὅτι ἡ πρὸς ἑαυτὴν ἐπιστροφὴ γνώσις ἐστὶν ἑαυτῆς καὶ τῶν ἐν αὐτῇ πάντων