Ancient Greek
2.294.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.294.2
Unproofread scanNot analysed yet
νουνία ζωῆς καὶ συνέχεια καὶ ζωογονία προιοῦσά τε ἀπὸ τοῦ δημιουργοῦ καὶ ἐπιστρέφουσα πάλιν πρὸς αὐτόν· ὡς γὰρ τὸ περικαλύπτειν οὐ διαστηματικῶς οὐδὲ τοπικῶς ἡκούομεν, ἀλλ’ ὡς πανταχόθεν τῆς ψυχῆς ὡσαύτως ἐξηρημμένης τοῦ σώματος καὶ αὐτῷ τῷ ἐξηρηθῆσθαι μονοειδῶς αὐτὸ περιεχοῦσης, οὕτω δὴ καὶ τὸ διαπλακῆναι μὴ περιστῶς ἀκούσομεν, ἀλλὰ τὴν διὰ πάντων διήκουσαν ψύχωσιν καὶ τὴν ἔνωσιν πάντων τὴν πρὸς αὐτὴν ἐν τούτῳ δηλοῦσθαι νομίζομεν· καὶ γὰρ πάντα πληροῦσα ἑαυτῆς ἐστὶ καὶ πάντα συνέχουσα πρὸ τῶν ἄλλων ἑαυτὴν ἐν τῇ καθαρότητι συνέχει καὶ τὸν κόσμον εἰς ἑαυτὴν ἐπιστρέφουσα πολλῷ δήπου μᾶλλον αὐτὴ πρὸς ἑαυτὴν ἐπέστραπται. διὸ δὴ καὶ ὁ Τίμαιος ἐπήγγειχεν, ὅτι αὐτὴ ἐν αὐτῇ στρέφεται πρὸς ἀντιδιαστολὴν τοῦ σώματος στρεφομένου μὲν, οὐκ ἐν αὐτῷ δέ, ἀλλ’ ἐν τῷ τόπῳ παντί, ὃν κατέχει· τοῦτο μὲν γὰρ στρέφεται τοπικῶς, ἡ δὲ ψυχὴ ζωτικῶς καὶ νοερώς, νοοῦσα ἑαυτὴν καὶ ἑαυτὴν εὐρίσκουσα τὰ πάντα οὖσαν· πλῆρωμα γὰρ ἐστὶ τῶν ὄλων, εἰκόνας ἔχουσα τῶν πάντων, ὅς θεομένη στρέφεσθαι ἐν ἑαυτῇ λέγεται, τῆς μὲν στροφῆς τὸ νοερὸν ἄμα καὶ ἀποκαταστατικὸν ἐνδεικνυμένης, τοῦ δὲ αὐτὴ ἐν ἑαυτῇ τὸ τῆς αὐτοκινήσεως ἴδιωμα· στρέφεται γὰρ καὶ αὐτὸ τὸ πᾶν, ἀλλ’ ὑπ’ ἄλλου κινούμενον. ἐνταῦθα δὴ κάκεινο διαλέλυται τὸ παρ’ ἡμῶν ζητούμενον. ζητοῦμεν δὲ εἰς πᾶσαν τὴν ψυχογονίαν βλέποντες, ποῦ τὴν γνωστικὴν ἰδιότητα δέδωκεν, ὥσπερ τὴν οὐσιώδη καὶ τὴν ζωτικὴν, τὴν μὲν διὰ τοῦ τριπλεκοῦς μίγματος, τὴν δὲ διὰ τῆς κινήσεως τῆς ἐν ταύτῳ· καὶ ἐλέγομεν [p. 244, 17], ὅτι διὰ τῆς εἰς κύκλον περιαγωγῆς ἐπιστρέψας αὐτὴν πρὸς αὐτὴν γνωστικὴν ἑαυτῆς ἀπετέλεσε. τοῦτο τοίνυν ἐν τούτοις σαφέστερον ἐδήλωσεν· ἐγχειρήσας γὰρ εἰπεῖν, ὅπως γινώσκει τὰ πάντα, στρέφεσθαι φησιν αὐτὴν εἰς ἑαυτὴν καὶ στρεφομένην ἀξέασθαι βίον διαζῆν ἁμφρονα καὶ νοερὸν. αὐτόθεν οὖν ἄφλον, ὅτι ἡ πρὸς ἑαυτὴν ἐπιστροφὴ γνώσις ἐστὶν ἑαυτῆς καὶ τῶν ἐν αὐτῇ πάντων