Ancient Greek
2.296.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.296.1
Unproofread scanNot analysed yet
τέρας ἑαυτῆς γνωστικὰς δυνάμεις καὶ ἀεὶ διὰ τῶν ὑπερ-5 τέρων τὰς ὑφειμένας. πολλῷ οὖν πρότερον ἢ τοῦ παντὸς ἥρξατο θείαν ἀρχὴν τῆς ἔμφρονος ζωῆς κατ’ αὐτὸ ἐνεργήσασα πρῶτον, εἶτα κατὰ τὸ διανοητικόν, ἄνωθεν καὶ τοῦτο κινήσασα καὶ ποιήσασα θεοειδές. τούτῳ δὲ ἕπεται τὸ ἄπau- στον τῆς ἐνεργείας· τὸ μὲν γὰρ γεννητὸν καὶ τὸ ἐν χρόνῳ προβάλλον τὴν θείαν ἐνέργειαν ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὸ τέλειον ὁδεύειν πέφυκε, τὸ δὲ ἀπὸ τῶν τελειοτάτων καὶ θείων ἐνεργειῶν ἀρχόμενον οὔτε παύεται ποτε τῆς ἐνεργείας οὔτε τῶν κατὰ χρόνον ἐστὶν ὑφεστηκόντων. εἰ ἄρα θείαν ἀρχὴν 10 ἥρξατο τῆς ἐνεργείας ἡ ψυχὴ τοῦ παντός, ἀπαύστως ἐνεργεῖ καὶ ἀεὶ καὶ ὡσαύτως· τὸ γὰρ κατὰ χρόνον τὴν ἑαυτοῦ τελειότητα δεχόμενον ἀπὸ τῆς ἀτελοῦς ἄρχεται καὶ οὐκ ἀπὸ τῆς θείας ἀρχῆς. τούτῳ δὲ πάλιν ἀκόλουθόν ἐστι τὸ ἔμφρονα εἶναι τὸν βίον τῆς θείας ψυχῆς· εἰ γὰρ ἄπauστός 15 D ἐστιν ὁ βίος αὐτῆς, κατὰ νοῦν ἀφορίζει καὶ φρόνησιν· τριῶν γὰρ ἐν τι φήσομεν, ἢ ἀεὶ ἔμφρονα εἶναι τὸν βίον αὐτῆς, ἢ ἀεὶ ἄφρονα, ὁ μηδὲ θέμις εἰπεῖν, ἢ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκεῖνως. τῷ ἄπauστῷ δὴ ***λείπεται ἄρα τὸν ἔμφρονα βίον ἐπὶ τῆς θείας ψυχῆς ἀπολιπεῖν· ἔστι γὰρ 20 καὶ ἄλλως τὸ μὲν ἔμφρον αὐτῇ πρέπον ὡς μετεχούση τῆς θείας φρονήσεως, ὁ δὲ βίος ὡς ἀνειλιττούση τὸ ἀμερὲς τῆς νοερᾶς ζωῆς καὶ ὡς παράτασιν ἐν ταῖς ἐνεργείαις ἔχουση καὶ μετάbasιν ἐν ταῖς κινήσει· ψυχῆς γὰρ οἰκειότατος ὁ βίος. εἰ δὲ ποτε καὶ ἐπὶ νοῦ λέγοιτο, καθάπερ ἐν Φιλήβῳ 25 λέγεται τις τοῦ νοῦ βίος, ἄλλος δὲ τῆς ἡδονῆς, τὴν ἰδιότητα σημαίνει τῆς ζωῆς· δύο γὰρ ὁ βίος ταῦτα δηλοῖ, τὸ τε ἴδιον ἕκαστον τῆς ζωῆς εἶδος καὶ τὴν ἀνέλιξιν τῆς αἰρέσεως, ὅφ’ ἧς ἔχει τὴν πρόοδον. λέγεται οὖν κυρίως μὲν ἐπὶ τῶν ψυχῶν· ἐν ταύταις γὰρ ἡ ἀνέλιξις· ἔστι δὲ ὅτε καὶ 30 ἐπὶ νοῦ, τὴν ἰδιότητα τῆς ζωῆς δηλούντων ἡμῶν. ἀλλὰ