Ancient Greek
2.302.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.302.2
Unproofread scanNot analysed yet
ἀρίστου τὸ κάλλιστον, ὥσπερ τοῦ ἀγαθοῦ τὸ κάλλος. δόξειε δ’ ἂν ἐν τούτοις τὸν δημιουργὸν ἀρίστου λέγειν τῶν νοητῶν καὶ ἀεὶ ὄντων, ὡς τὴν ψυχὴν ἀρίστην τῶν γενηθέντων, καὶ μαρτυρεῖν τοῖς ἕνα θεοὺν πρὸ τοῦ κόσμου ποιούσιν. ἀλλὰ καὶ εἰ οὕτω τις ἀκούει τῆς ὁήσεως ἀναστρέφας αὐτήν, ὅμως ἐκ τῆς ἀναλογίας δῆλον, ὅτι τὰ νοητὰ καὶ ἀεὶ ὄντα οὐ τὰ ἐν αὐτῷ εἴδη δήσομεν, ἀλλὰ μετ’ αὐτὸν ἑτέρας οὐσίας, εἴπερ ὃν ἔχει λόγον ἡ ψυχὴ πρὸς τὰ γενηθέντα πάντα, τοῦτον ὁ δημιουργὸς πρὸς τὰ ἀεὶ ὄντα. καὶ ἡ ποιήσομεν αὐτὸν εἰς τὰ μετ’ αὐτὸν βλέπειν, καίτοι γε δημιουργῶν αὐτὸς καὶ τοῖς νέοις θεοῖς ἐγχειρίζων τὴν τῶν θνητῶν δημιουργίαν ὅρα τί φησι [41C]· μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν· οὐκ αὐτὸς ἄρα μιμούμενος τὰ μετ’ αὐτὸν δημιουργεῖ τὰ ἀθάνατα τῶν ζῴων, ἀλλὰ τὰ πρὸ αὐτοῦ πάντως, ὡς καὶ ἐκεῖνους βούλεται τὰ θνητὰ δημιουργεῖν αὐτὸν μιμουμένους· ἢ εἰ τοῦτο φυλαττοίμεθα, δώσομεν πολλοὺς εἶναι νοητοὺς θεούς, εἰ καὶ μετὰ τὸν δημιουργόν, ὅπερ οὐ συγχωροῦσι. μήποτε οὖν ἄμεινον λέγειν ἢ τὴν ψυχὴν αὐτὴν λέγεσθαι τῶν νοητῶν εἶναι ἀεὶ τε ὄντων ὡς ἀρίστην τῶν γενητῶν οὕτως, ὡς ἀμέριστον καὶ μεριστήν, μέσην οὖσαν, ἢ ἐπειδήπερ μετέχειν αὐτὴν φησι λογισμοῦ καὶ ἀρμονίας, δηλοῦν διὰ ταύτης τῆς λέξεως ποῦ ὄντων ἐκείνων μετέχει, τοῦ λογισμοῦ λέγω καὶ τῆς ἀρμονίας, ὅτι νοητῶν ὄντων καὶ ἀεὶ ὄντων· ἡ γὰρ ἐν αὐτῇ ἀρμονία γεννητὴ ἐστιν, οὐχ οὕσα αὐτοαρμονία, ἀλλ’ ἐνηρμοσμένη, καὶ ὁ λογισμὸς οὐκ ἀεὶ ὤν, ἀλλὰ γένεσιν ἔχων, ἄτε κατὰ χρόνον ὑφεστὼς καὶ μεταβατικὸς ὤν. πῶς οὖν λογισμοῦ μετέχει καὶ ἀρμονίας ἡ ψυχή; πῶς δὲ οὐκ ἐν αὐτῇ πρώτως καὶ ἡ ἀρμονία καὶ ὁ λογισμός, ἀλλὰ κατὰ μέθεξιν; διότι, φήσω, καὶ ἐν τῷ δημιουργῷ ταῦτα προῆν, λογισμὸς καὶ ἀρμονία· καὶ γὰρ Μούσας καὶ τὸν Μουσηγέτην αὐτὸς ὑπέστησε καὶ τὴν Ἑρμαϊκὴν σειράν. ἐν αὐτῷ οὖν καὶ ὁ λογισμὸς ὁ δημιουργικὸς καὶ ἡ ἀρμονία πρώτως, ὁ μὲν Ἑρμαϊκὸς ὤν, ἡ δὲ