Ancient Greek
2.304.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.304.1
Unproofread scanNot analysed yet
Τὰς τῆς ψυχῆς ἐνεργείας διείλομεν διχῇ τὴν πρώτην, εἰς τε τὰς κινητικὰς καὶ τὰς γνωστικάς· ἀμφότεραι γὰρ τῇ ψυχῇ προσήκουνσιν, ὡς καὶ ὁ δαιμόνιος Ἀριστοτέλης φησίν. ἀλλὰ καὶ τῶν κινητικῶν τὰς μὲν εὑρομεν ἐν αὐτῇ τῇ ψυχῇ ἐνούσας, τὰς δὲ προελθούσας εἰς τὸ πᾶν, τὰς δὲ καὶ μεταξὺ τούτων ἀμφότερων· αἱ μὲν γὰρ διατείνουσιν διὰ τοῦ κόσμου παντὸς ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν ἐγκόσμιαι μόνον εἰσίν, αἱ δὲ αὐτὴν στρέφουσι τὴν ψυχὴν χωρισταὶ μόνον, αἱ δὲ περικαλύπτουσι τὸν οὐρανὸν κύκλῳ χωρισταὶ τε ἄμα καὶ ἀχώριστοι, μένουσαι καὶ προιοῦσαι περὶ τὸ πᾶν. F καὶ τῶν γνωστικῶν αἱ μὲν εἰσι τῶν πρώτων, αἱ δὲ τῶν μέσων, αἱ δὲ τῶν ἑσχάτων· καὶ γὰρ ἑαυτὴ ἡ ψυχὴ γιγνώσκει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτήν· εἰκὼν μὲν γὰρ ἐστι τῶν πρὸ αὐτῆς, παράδειγμα δὲ τῶν μετ’ αὐτήν. ἑαυτὴν οὖν ὁρῶσα καὶ ἑαυτὴν ἀνειλίπουσα τὰ πάντα γιγνώσκει 15 μηδαμοῦ τῆς οἰκείας ἐξισταμένη δυνάμεως· οὐ γὰρ ἀλλαχοῦ δεῖ δραμοῦσαν αὐτὴν τὰ ὄντα ἰδεῖν, ἀλλ’ ἑαυτὴν νοήσασαν. περὶ μὲν οὖν τῶν κινητικῶν ἐνεργειῶν ἱκανῶς εἴρηται. περὶ δὲ τῶν γνωστικῶν ἐν τούτοις τε καὶ τοῖς ἑχομένοις ποιήσεται τὸν λόγον· ὅτι μὲν γὰρ γιγνώσκει τὰ ὄντα ἡ ψυχὴ 20 καὶ μάλιστα ἡ τοῦ παντός, ἔναργές, ὅπου γε καὶ τὴν ἡμετέραν αὐτοῖς ἐπιβάλλουσαν ὁρῶμεν. εἰ δὲ γιγνώσκει, πῶς 282 γιγνώσκει, τὸ λοιπὸν σκεπτέον, καὶ πῶς μὲν τὰ νοητά, πῶς δὲ τὰ αἰσθητά, πότερον ταῖς αὐταῖς δυνάμεσιν ἢ ἄλλαις καὶ ἄλλαις, καὶ πότερον εἰς ἑαυτὴν ὁρῶσα καὶ τοὺς ἐν αὐτῇ 25 λόγους ἢ πρὸς αὐτὰ τὰ γνωστὰ τεταμένη, καθάπερ ἡ ὄψις πρὸς τὸ ὁρατὸν ἔκτὸς ὄν. ὡς μὲν οὖν συντόμως εἰπεῖν, τὰς γνωστικὰς ταύτας αὐτῆς κινήσεις ἐπαφὰς προσαγορεύει τῶν γνωστῶν, τὴν ἄμεσον αὐτῶν ἀντιληψιν ἐνδεικνύμενος καὶ τὴν ἄμερῆ πρὸς αὐτὰ κοινωνίαν· εἰ δὲ ἑκάτερα γνώσις 30 ἐπαφὴ ἐστιν, εἴη ἂν ἀπτομένη μὲν ἀμφοῖν κατὰ τὴν οἰκείαν πρὸς αὐτὰ προσβολήν, οὐχ ἀπτομένη δὲ κατὰ τὴν ἑτέραν·