Ancient Greek
2.304.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.304.1-2
Unproofread scanNot analysed yet
Τὰς τῆς ψυχῆς ἐνεργείας διεῖλομεν διχῇ τὴν πρώτην, εἰς τε τὰς κινητικὰς καὶ τὰς γνωστικὰς· ἀμφότεραι γὰρ τῇ ψυχῇ προσήκουσιν, ὡς καὶ ὁ δαιμόνιος Ἀριστοτέλης φησίν. ἀλλὰ καὶ τῶν κινητικῶν τὰς μὲν εὑρομεν ἐν αὐτῇ τῇ ψυχῇ ἐνούσας, τὰς δὲ προελθούσας εἰς τὸ πᾶν, τὰς δὲ καὶ μεταξὺ τούτων ἀμφοτέρων· αἱ μὲν γὰρ διατείνουσαι διὰ τοῦ κόσμου παντὸς ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν ἐγκόσμιοι μόνον εἰσίν, αἱ δὲ αὐτὴν στρέφουσαι τὴν ψυχὴν χωρισταὶ μόνον, αἱ δὲ περικαλύπτουσαι τὸν οὐρανὸν κύκλῳ χωρισταὶ τε ἅμα καὶ ἀχώριστοι, μένουσαι καὶ προϊούσαι περὶ τὸ πᾶν. F καὶ τῶν γνωστικῶν αἱ μὲν εἰσι τῶν πρώτων, αἱ δὲ τῶν μέσων, αἱ δὲ τῶν ἔσχατων· καὶ γὰρ ἑαυτὴν ἡ ψυχὴ γιγνώσκει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτήν· εἰκὼν μὲν γὰρ ἐστι τῶν πρὸ αὐτῆς, παράδειγμα δὲ τῶν μετ’ αὐτήν. ἑαυτὴν οὖν ὁρῶσα καὶ ἑαυτὴν ἀνελίττουσα τὰ πάντα γιγνώσκει μηδαμοῦ τῆς οἰκείας ἐξισταμένη δυνάμεως· οὐ γὰρ ἄλλαχοῦ δεῖ δραμοῦσαν αὐτὴν τὰ ὄντα ἰδεῖν, ἀλλ’ ἑαυτὴν νοήσασαν. περὶ μὲν οὖν τῶν κινητικῶν ἐνεργειῶν ἱκανῶς εἴρηται. περὶ δὲ τῶν γνωστικῶν ἐν τούτοις τε καὶ τοῖς ἑχομένοις ποιήσεται τὸν λόγον· ὅτι μὲν γὰρ γιγνώσκει τὰ ὄντα ἡ ψυχὴ καὶ μάλιστα ἡ τοῦ παντός, ἐναργές, ὅπου γε καὶ τὴν ἡμετέραν αὐτοῖς ἐπιβάλλουσαν ὁρῶμεν. εἰ δὲ γιγνώσκει, πῶς γιγνώσκει, τὸ λοιπὸν σκεπτέον, καὶ πῶς μὲν τὰ νοητά, πῶς δὲ τὰ αἰσθητά, πότερον ταῖς αὐταῖς δυνάμεσιν ἢ ἄλλαις καὶ ἄλλαις, καὶ πότερον εἰς ἑαυτὴν ὁρῶσα καὶ τοὺς ἐν αὐτῇ λόγους ἢ πρὸς αὐτὰ τὰ γνωστὰ τεταμένη, καθάπερ ἡ ὄψις πρὸς τὸ ὁρατὸν ἔκτός ἐστιν. ὡς μὲν οὖν συντόμως εἰπεῖν, τὰς γνωστικὰς ταύτας αὐτῆς κινήσεις ἐπαφὰς προσαγορεύει τῶν γνωστῶν, τὴν ἄμεσον αὐτῶν ἀντίληψιν ἐνδεικνύμενος καὶ τὴν ἄμερη πρὸς αὐτὰ κοινωνίαν· εἰ δὲ ἑκατέρα γνῶσις ἐπαφὴ ἐστιν, εἴτ’ ἂν ἀπτομένη μὲν ἀμφοῖν κατὰ τὴν οἰκείαν πρὸς αὐτὰ προσβολήν, οὐχ ἀπτομένη δὲ κατὰ τὴν ἑτέραν·