Ancient Greek
2.306.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.306.3
Unproofread scanNot analysed yet
γαίη μὲν γὰρ γαῖαν ὁπώπαμεν, ὕδατι δὲ ὕδωρ καὶ στοργὴ δὲ στοργὴν, νεῖκος δὲ γε νεῖκεϊ λυγρῶ, τὸν αὐτὸν δήπου τρόπον καὶ ἡμεῖς ἐροῦμεν, ὅτι τῇ ἑαυτῆς οὐσία πάσας γινώσκει τὰς οὐσίας, ἀφ’ ὧν τέ ἐστι καὶ ὧν κατ’ αἰτίαν προηγεῖται, τῇ δὲ ταυτότητι τὴν ἐν ὅλοις τοῖς οὖσι ταυτότητα, νοητοῖς, νοεροῖς, αἰσθητοῖς, τῇ δὲ ἑτερότητι τὴν διήκουσαν ἑτερότητα διὰ πάντων· καὶ ἐπειδὴ κατ’ οὐσίαν ἡμοστai, διὰ τῆς οἰκείας ἀρμονίας γινώσκει τὴν τε νοητὴν ἀρμονίαν καὶ τὴν αἰσθητήν, καὶ ἐπειδὴ δυνάμεις ἔχει καὶ αὐτή. νοεράς, διὰ τούτων οἶδε τὴν πανταχοῦ δύναμιν. ἀπὸ τῶν προειρημένων ἄρα καὶ ὁ περὶ τῶν γνωστικῶν τῆς ψυχῆς ἐνεργειῶν διατρανοῦται λόγος· ἄ γὰρ ἔχει κατ’ οὐσίαν, ἀπὸ τούτων γινώσκει τὰ τε παραδείγματα αὐτῶν καὶ τὰς εἰκόνας, καὶ ἀφ’ ὧν ὁ δημιουργὸς αὐτῇ δέδωκε λόγων, δι’ αὐτῶν νοεῖ τὰ τε πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτήν· αὕτη γὰρ ἀνακυκλουμένη πρὸς ἑαυτὴν ἐφάπτεται τῶν τε ἀμεριστῶν καὶ τῶν μεριστῶν, ὡς φησιν ὁ Τίμαιος, καὶ εἰς ἑαυτὴν εἰσιοῦσα λόγον εὑρίσκει τῶν πάντων ἑαυτήν· πᾶσα γὰρ γνώσις δι’ ὁμοιότητος ἐπιτελεῖται τοῦ γινώσκοντος πρὸς τὸ γνωστόν, ἡ δὲ ὁμοιότης καθ’ ἕνός εἴδους ἐπιτελεῖται κοινωνίαν. εἰς ἄρα λόγος ἐν τε τῷ γινώσκοντι καὶ ἐν τῷ γιγνωσκομένῳ καὶ ὁ αὐτὸς ὧν συνάπτει ταῦτα ἀλλήλους. ἐπειδὴ δὲ διαφόρως εἰσὶν ἐν τοῖς γνωστικοῖς οἱ λόγοι κατὰ τὰ μέτρα τῶν οὐσιῶν καὶ τὰς ὑφέσεις, διὰ δὴ τοῦτο καὶ αἱ γνώσεις παμπόλλην ἐπιδέχονται διαφορὰν· ἡ μὲν γὰρ νοερὰ γνώσις ἀμερὴς καὶ αἰώνιος, διότι καὶ οἱ λόγοι τῶν