Ancient Greek
2.309.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.309.1
Unproofread scanNot analysed yet
ναῖον Ἀμέλιον, εἰ ξγνῶ καὶ ἄλλον τὴν αὐτὴν δοκιμάζοντα γραφήν, ἀλλὰ προτελευτῆσαντα τυχεῖν. γραπτέον δ’ οὖν καὶ ἡμῖν οὕτω, λέγει κινοῦμένη διὰ πάσης ἑαυτῆς, ἀλλ’ οὐχὶ λήγει κινοῦμένη, ὡς ὁ Σωσικράτης ἐκεῖνος καὶ ὁ Ἀμέλιος ἐγραφέτην, ὡς ὁ Πορφύριος ἱστόρησε· λόγου γὰρ οὐσιώδους ἐνέργεια τὸ λέγειν ἐστίν. λόγος δὴ οὖν οὖσα ἡ ψυχὴ καὶ νοῦς λογικὸς λέγει καὶ νοεῖ διὰ πάσης ἑαυτῆς, ὅταν ἐφάψηται μεριστῆς οὐσίας ἢ ἀμερίστου, τί ποτὲ ἐστι τὸ νοηθέν, διότι δὴ καὶ ἀμέριστος ἦν καὶ μεριστή. καὶ εἰ μὲν τὰ ἐν αὐτῇ γένῃ διηρημένα μόνον ἦν ἀπ’ ἀλλήλων, οὐκ ἂν, τῆς οὐσίας γνοῦσης τὴν οὐσίαν, ἡ πᾶσα ψυχὴ διεγνώσκειν, εἰ δὲ συννεφθαρμένα παντελῶς, οὐκ ἂν ἦν δι- C ωρισμένη τῶν ὄντων γνώσις, οὐδὲ ὡς ἄλλο μὲν ἡ οὐσία, ἄλλο δὲ ἡ ταυτότης δυνατὸν ἦν λέγειν· ἐπειδὴ δὲ καὶ μέμιχται ἀλλήλοις τὰ μέσα γένη καὶ ἄμικτὰ ἐστιν, ἑκαστὸν τε ἀφωρισμένως ἡ ψυχὴ νοεῖ καὶ διὰ πάσης ἑαυτῆς, ὡς φησιν ὁ Πλάτων. εἰ δὲ λέγει κινοῦμένη διὰ πάσης ἑαυτῆς, δῆλον δήπουθεν, ὡς ἄρα μία τε οὖσα καὶ οὐ μία καὶ τὴν γνώσιν ἔχει κοινὴν τῶν ἄκρων καὶ διαφόρουσαν, καὶ ὅλη λέγει περὶ πάντων ὡς μία, καὶ οὐχ ὅλη ὡς οὐ μία, καὶ ὁ τε ταυτοῦ κύκλος ἐν τῇ γνώσει τῶν νοητῶν οἶδε καὶ τὰ αἰσθητὰ ὡς ἀπὸ παραδειγμάτων καὶ ὁ θάτερον τὰ νοητὰ γιγνώσκει ὡς ἀπ’ εἰκόνων· ἑκάτερος γὰρ τελῶς ἔχων τὸ ἑαυτοῦ γνωστὸν ἐξ ἀνάγκης ὁρᾷ καὶ τὸ εἶναι, τὸ μὲν παράδειγμα θάτερον, τὸ δὲ εἰκόνα, ἢ ἀγνοῶν, ὅτι παράδειγμα ἢ ὅτι εἰκόν, οὐκ οἶδεν αὐτὸ τελῶς. εἰδὼς δέ, ὅτι παράδειγμα, οἶδε καὶ οὐδ’ ἐστὶ παράδειγμα, καὶ ὅτι εἰκόν, οἶδε καὶ οὐδ’ ἐστιν. εἰκῶς ἄρα εἴρηται πάντα διὰ πάσης ἑαυτῆς ἡ ψυχὴ λέγειν. ταῦτα περὶ τῶν πραγμάτων. ἐπειδὴ δὲ γράφουσί τινες ἐσφαλμένως οὐ λέγει διὰ πάσης ἑαυτῆς, ἀλλὰ λήγει, ὡς τὸν Πορφύριον ἱστορεῖν εἴπομεν, καὶ ὅτι καὶ Ἀμέλιον οὕτω γράφοντα καὶ καταστήσασθαι μὴ δυνάμενον τὴν διάνοιαν τῆς ὁήσεως εἰπόν χρηνα γράφειν οὐ D