Ancient Greek
2.31.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.31.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31C 32A] τητος προεληλυθεν, ἡ δὲ ἰσότης ταυτότης τίς ἐστιν, ἐπιστρέφει πάντα πρὸς τὴν ἰσότητα καὶ τὴν ταυτότητα. λέγοιτο δ’ ἂν κυρίως ἐπὶ μὲν τῆς γεωμετρικῆς ἡ ταυτότης· ὁ γὰρ αὐτὸς ἐστι λόγος· ἐπὶ δὲ τῆς ἀριθμητικῆς ἡ ἰσότης, ἐπὶ δὲ τῆς ἁρμονικῆς ἡ ὁμοιότης. καὶ τρίτον ὅτι διὰ τῆς ταυτότητος ἐπὶ τὴν ἕνωσιν ἡ ἄνοδος. ἐξήρτηται γὰρ ἡ μὲν ἐκ τῆς ἀναλογίας σχέσις ἐγγινομένη τοῖς ὅροις τῆς ἰσότητος, ἡ δὲ ἰσότης τῆς ταυτότητος, ἡ δὲ ταυτότης τῆς ἑνώσεως.