Ancient Greek
2.310.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.310.1
Unproofread scanNot analysed yet
λῆγει διὰ πάσης ἑαυτῆς, ἀλλὰ λέγει, δεινῶς ἠνίασε, τοσοῦτον προσθετέον, ὅτι ἀπραγμονέστερον μὲν ἐστι γράφειν λέγει κινουμένη, δύναιτο δ’ ἂν καὶ λῆγει γράφεσθαι, τὴν ἐκ τῶν πολλῶν νοήσεων μίαν ἀντίληψιν τῶν γνωστῶν καταντῶσαν εἰς τὴν ἰδίαν ἑκάστῳ ὡρισμένην ἐπιβολὴν τοῦ λῆγει σφαιλόντος, ἢν ἢ τὸ ὅλον κινουμένην τὴν ψυχὴν λῆγειν εἰς τὴν ἑκάστου γνώσιν· τέλος γὰρ τοῦ κινεῖσθαι τὸ λῆγειν, τῆς ψυχῆς οὔτε τοῦ κινεῖσθαι παυομένης καὶ ἀεὶ καταντῶσης εἰς τινὰ νόησιν, οἷον καὶ Ἀριστοτέλης ἰδὼν ἐπὶ τοῦ οὐρανοῦ εἴπεν, ὅτι ἀεὶ ἐν τέλει κινεῖται.