Ancient Greek
2.313.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.313.1-2
Unproofread scanNot analysed yet
πρὸς ἕκαστον καὶ τῶν ὄντων ἕκαστον πρὸς ἕκαστον πῶς ἔχει κατὰ τὸ εἶναι ἢ κατὰ τὸ ποιεῖν ἢ κατὰ τὸ πάσχειν μάλιστα· ἄλλο γὰρ ὑπ’ ἄλλου πάσχει μᾶλλον, καὶ ἄλλο εἰς ἄλλο ποιεῖ μᾶλλον καὶ τῶν ὄντων καὶ τῶν γιγνομένων. ἃ δὴ πάντα ἡ ψυχὴ λέγει νοοῦσα τὰ μὲν διὰ τοῦ ταύτου κύκλου, τὰ δὲ διὰ τοῦ ἑτέρου· πάντα γὰρ καὶ τὰ αἰσθητὰ προ-εἴληφε καὶ τὰς ποιήσεις αὐτῶν καὶ τὰς πείσεις· ἐπεὶ γὰρ ἕν ἐστι ζῷον τὸ πᾶν, ἑαυτῷ συμπαθὲς ἐστιν, ὥστε τὰ γιγνό-μενα πάντα μέρη τῆς τοῦ παντὸς ἐστι ζωῆς, ὥσπερ δράμα-τος ἑνός, οἷον εἰ τις τραγωδίας ποιητὴς δράμα ποιήσας, ἐν ᾧ καὶ θεῶν ἐπιφοιτήσεις καὴ ἡρώων φωνὰς καὶ ἄλλων προσώπων ***ἔφηκε τοῖς βουλομένοις τῶν ὑποκριτῶν ἢ τῶν ἡρωϊκῶν προστῆναι ῥήσεων ἢ ἄλλων τινῶν, αὐτὸς ὁ πάντων τῶν λεγομένων περιέχων τὴν μίαν αἰτίαν, τοιούτον δεῖ νοεῖν καὶ ἐπὶ τῆς ὅλης ψυχῆς, ὅτι δὴ πᾶσαν ὑποστήσασα τὴν τοῦ κόσμου ζωὴν μίαν οὖσαν καὶ ποικίλην, οἷον ζῷον πολυ-κέφαλον κατὰ πάσας φθεγγόμενον τὰς κεφαλὰς καὶ πῆ μὲν Ἑλληνικήν, πῆ δὲ βάρβαρον φωνὴν ἀφιέν, πάντων περιέχει τῶν γιγνομένων τὰς αἰτίας, τὰ μὲν καθ’ ἕκαστα τοῖς καθό-λου, τὰ δὲ συμβεβηκότα ταῖς οὐσίαις, τὰ δὲ μέρη τοῖς ὅλοις γιγνώσκουσα, πάντα δὲ κατὰ τὸ ἕν αὐτῇ θεῖον ἀπλῶς· θεὸς γὰρ ἢ θεὸς καὶ τὰ μερικὰ γιγνώσκει καὶ τὰ παρὰ φύσιν καὶ πάντα ἀπλῶς, κἂν αὐτὴν εἴπης τὴν ὅλην· πᾶν γὰρ ὅ,τι περ ἂν λάβῃς, ἕν ἐστι καθ’ ἕκ τοῦ ἑνός. θεῖα οὖν ἡ πάντων ἀπλῶς καὶ αὐτόθεν γνώσις.