Ancient Greek
2.314.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.314.1
Unproofread scanNot analysed yet
306 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 37 B] Τὸν λόγον τοῦτον ὁ μὲν Ἀττικὸς ἐπὶ τῆς προσεκτικῆς δυνάμεως ἤκουσεν, ὁ δὲ Πορφύριος ἐπὶ τοῦ ἡνίου τοῦ κινοῦντος τοὺς διττοὺς ἵππους, ὁ δὲ Ἰάμβλιχος ἐπὶ τῆς ὅλης ψυχῆς· αὕτη γὰρ ἐαυτὴν πᾶσαν κινεῖ καὶ δι’ ὅλης ἐαυτῆς λόγος ἐστὶ τῶν ὄντων. καὶ δοκοῦσι μὲν αἱ ἐξηγήσεις πᾶσαι καταδράτεσθαι τῆς τοῦ Πλάτωνος διανοίας, μᾶλλον μὴν ἢ τοῦ Πορφυρίου συμφωνοτέρα καὶ τοῖς ἐνταῦθα καὶ E τοῖς ἄλλοχοῦ λεγομένοις ἐστίν· ὁ γὰρ λόγος οὗτος οὔτε ὁ οὐσιώδης παρελήφται νῦν οὔτε ὁ κατ’ ἐνέργειαν, ἀλλ’ ὁ ὡς δύναμις μία τῆς οὐσίας τῶν ψυχῶν, καθ’ ἣν καὶ μία ἐστὶν ἡ ψυχή, καθάπερ κατὰ τὸ ταὐτὸν καὶ ἕτερον δυοειδῆς. ἢ διὰ τί μὴ τρεῖς γεγόνασι κύκλοι, καθ’ ἕκαστον τῶν στοιχείων τριῶν ὄντων εἰς, ἀλλὰ δύο μόνον, ἢ ὡς τῆς οὐσίας οὖσης μιᾶς ἐν ἀμφοῖν; ταύτης οὖν ἡ δύναμις ἐστὶν ὁ λόγος οὗτος, οὐχ ὧν οὔτε αὕτη ἡ οὐσία οὔτε ἡ ἀπὸ τῆς οὐσίας ἐνέργεια τρίτην ἔχουσα τάξιν. οὗτος οὖν εἰς ὧν γινώσκει κατὰ ταὐτόν· οὐ γὰρ τότε μὲν τὸ νοητόν, τότε δὲ τὸ αἰσθητόν, ὡς ὁ ἡμέτερος λόγος οὐ δυνάμενος κατὰ ταὐτὸν εἶναι πρὸς ἀμφοτέροισ. ἐκεῖνος δ’ οὖν ἄμα γινώσκει περὶ τε τὸ νοητὸν καὶ περὶ τὸ αἰσθητὸν ταὐτὸν καὶ ἕτερον, ἀληθῆς οὐχὶ ὧν, ὡς ὁ νοῦς, ἀλλὰ γιγνόμενος ἀληθῆς περὶ ἀμφοτέρα, διὰ τὸ μεταβατικὸν τῆς κατ’ ἄμφω γνώσεως, ἵνα τὸ μὲν κατὰ ταὐτὸν σημαίνῃ τὴν διαφορὰν τῆς θείας ψυχῆς πρὸς τὴν μερικὴν τῆς γνώσεως, τὸ δὲ γιγνόμενος ὅλως τῆς ψυχικῆς πρὸς τὴν νοερὰν. οὗτος δ’ οὖν ὁ λόγος γινώσκει τὰ τε νοητὰ καὶ τὰ αἰσθητά, τῆς τε νοητῆς ταυτότητος καὶ ἑτερότητος ἀπτόμενος καὶ τῆς αἰσθητῆς, φερό- F μενος δὲ εἰς πᾶσαν τὴν ψυχὴν καὶ ὥσπερ μὲν τὸν ταὐτοῦ κύκλον κινοῦν, ὥσπερ δὲ τὸν ἑτέρου, καὶ τῷ μὲν τὰ νοητά, τῷ δὲ τὰ αἰσθητὰ θεώμενος καὶ ταύτῃ τὸν ὅλον δημιουργὸν ἀπεικονιζόμενος, περὶ οὗ λέλεκται τό·