Ancient Greek
2.316.1 to 2.316.28
Proclus Phil., In Platonis Timaeum Commentaria 2.316.1-28
Unproofread scanNot analysed yet
οδον δηλοῖ τὴν ἀπὸ τῆς μιᾶς γνώσεως μεριζομένην εἰς τὰς 5 διττὰς γνώσεις. ὁ δὲ λόγος αὐτὸς ἐνοειδὴς ἐστι γνῶσις τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, ἢ τί τὸ ἐν αὐτῇ λέγον, ὅτι ἄλλο τὸ νοητὸν καὶ ἄλλο τὸ αἰσθητὸν ἢ τὸ ἄμφω εἴδος, πρὸ ἀμφοῖν ὧν τῶν διηρημένως ταῦτα εἰδότων; ἐπεὶ καὶ μονὰς ἐστιν ἡ ψυχὴ καὶ δυνὰς, καὶ ἔστιν ὅπη κατὰ μίαν γνῶσιν ἡνωμένως περιέχει τὰ τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ αὖ πάλιν τὰ μὲν κατὰ τὸν ταυτοῦ κύκλον, τὰ δὲ κατὰ τὸν ἑτέρου. ὡς οὖν ἐπὶ τῆς οὐσίας τὸ μοναδικὸν προηγεῖται τοῦ δυοειδοῦς, ὡς ἐπὶ τῆς ἁρμονίας, ὡς ἐπὶ τοῦ εἴδους, ὡς ἐπὶ τῶν δυνάμεων, οὕτω καὶ ἐπὶ τῶν γνωστικῶν ἐνεργειῶν ὁ εἷς λόγος τῶν διηρημένων προκατάρχει γνώσεων. καὶ εἰ- ρηταί μοι ταῦτα πολλάκις διὰ τὴν τῶν ἐξηγητῶν περὶ ταῦτα πλάνην. ταῦτα γοῦν καὶ ὁ Πλάτων ἐνδεικνύμενος εἶπε φέρεσθαι τὸν λόγον αὐτὸν ἀληθῆ περὶ ἀμφότερα γιγνόμενον, τὸ τε νοητὸν καὶ αἰσθητόν, εἰς τὸ ὑπ’ αὐτοῦ κινούμενον, ὃ δή ἐστι τῶν κύκλων ἑκάτερος, φέρεσθαι δὲ ἄνευ φθόγ- γου καὶ ἤχης· ὁ γὰρ ἔνδον λόγος τούτων οὐδὲν δεῖται παντελῶς, ἀλλ’ ὁ προφορικὸς· ὥσει ἔλεγεν, ὅτι πάσης τῆς εἰς τὸ ἔξω φερομένης ἐνεργείας ὁ λόγος οὗτος ἔχει κίνησιν τελειοτέραν· ὁ γὰρ φθόγγος καὶ ὁ ἦχος τῶν αἰσθητῶν κινή- σεων εἴληπται σύμβολα. φερόμενος δ’ οὖν ὁ ἔνδον λόγος, ἅτε ἡνίοχος ὢν καὶ κινῶν τῶν κύκλων ἑκάτερον, διττὰς ἀποτελεῖ γνώσεις ἐν ἡμῖν, ἃς ἐφεξῆς ὁ Πλάτων παραδίδω- σιν. εἰ δέ, ὡς ἐν τοῖς ἀκριβεστέροις εὕρομεν τοῖς κεκο- λασμένοις, μὴ γράφοιτο ἐν τῷ ὑπ’ αὐτοῦ κινουμένῳ, ἤν’ ἐπὶ τὸν λόγον ἔχῃ τὴν ἀναφοράν, ἀλλὰ τῷ ὑφ’ ἑαυτοῦ κινουμένῳ, πᾶσαν ἂν δηλοῖη τοῦτο τὴν ψυχήν, ἀπὸ τοῦ ὁρισμοῦ σημαίνον αὐτήν· τὸ γὰρ ὁριστὸν τῷ ὁρισμῷ ταυτόν πῶς ἐστι. τὸν τοίνυν λόγον φερόμενον ἐν τῇ ψυχῇ —ταύ-