Ancient Greek
2.317.32
Proclus Phil., In Platonis Timaeum Commentaria 2.317.32
Unproofread scanNot analysed yet
27 καὶ εἰς —28 αἰσθητῶν om D τοῦ κύκλος τὰ νοητὰ βλέπων οἶδε καὶ τὸ αἰσθητὸν ὡς ἄπ’ αἰτίας, οὕτος δὲ αὐτόθεν καὶ οἷον συστοίχως —ἐν αὐτῷ δόξαι καὶ πίστεως ἀπογεννῶνται· τῆς γὰρ θειοτέρας ψυχῆς οἷον ἐπικρινάσης, μᾶλλον δὲ νοερωτέραν ἐνέργειαν εἰς αὐτὸν ἐλλαμψάσης ὁ δοξαστικὸς κύκλος καθαρὰν ἔχει F τὴν οἰκεῖαν ζωήν, καὶ ἡ γνῶσις ἐν αὐτῷ μόνιμος ἀποτε-λεῖται, τὰ μὲν φερόμενα μονίμως, τὰ δὲ μεταφρέοντα καὶ ἐνδεχόμενα πιστῶς καὶ ἀραρότως ἐν ἑαυτῇ προειληφυῖα· ἔστι γὰρ ἡ μὲν δόξα τῆς δοξαστικῆς ψυχῆς ἐνέργεια καὶ γνῶσις, ἡ δὲ πίστις ἡ μόνιμος καὶ ἀμετάπτωτος τῆς δόξης κρίσις. ταῦτα μὲν οὖν ταύτη. ζητήσεως δὲ ἄξιον, πῶς ὁ θάτε-ρου κύκλος παντὸς ἔστι τοῦ αἰσθητοῦ γνωστικός, ὡς εἴρη-ται, καὶ ὁ ταύτου τῶν νοητῶν, ὡς δηθήσεται· πῶς γὰρ ὁ μὲν τῆς ἐπὶ δεξιὰ κινήσεως αἴτιος, ὁ δὲ τῆς ἐπ’ ἀριστερά, 236 καὶ ταῖς κινητικαῖς δυνάμεσιν οὕτω διαιρεθέντες ἄπ’ ἀλλή-λων, οὐκέτι ταῖς γνωριστικαῖς ὡσαύτως διεκρίθησαν, ἀλλὰ τῷ τῶν αἰσθητῶν ἢ νοητῶν ἔχειν γνῶσιν; μήποτε οὖν δη-τέον, ὡς αἱ μὲν ζωτικαὶ κινήσεις προόδων εἰσίν, αἱ δὲ γνωριστικαὶ ἐπιστροφῶν, καὶ ὁ μὲν ταύτου κύκλος, ἄτε προσδεχὴς ὢν τοῖς νοητοῖς ἐκεῖθεν προϊὼν αὐτῷ τῷ προιέναι καὶ κινεῖσθαι ζωτικῶς αὐτὸς κατὰ τὴν πρόοδον κινεῖ τὴν πρωτίστην περίοδον καὶ δι’ ἐκείνης πάντα τὸν κόσμον· ἔπονται γὰρ αἱ ἀκυρότεραι περίοδοι ταῖς κυριωτέραις κατὰ τὸ τοῦ Ἀριστοτέλους ἀληθές, ὅτι καὶ ἡ γένεσις κατ’ ἄμ-φω κινεῖται, τὸ μὲν ὡσαύτως ἔχουσα ἀπὸ τῆς ἐπὶ δεξιὰ κινήσεως, τὸ δὲ ἑτέρως ἀπὸ τῆς ἐπ’ ἀριστερὰ περιφορᾶς. ἐπιστρέφων οὖν εἰς τὸ νοητὸν ἐπιστρέφει, καὶ διὰ τοῦτο γνωριστικὸς ἔστι τῶν νοητῶν· δεῖ γοῦν πανταχοῦ τῇ μονῇ συνέπεσθαι τὴν ἐπιστροφήν· ὁ δὲ δὴ θάτερου κύκλος μένων ἐν τῷ ταύτου —περιέχεται γὰρ ἐν τούτῳ προσδεχῶς, ὡς ἐκεῖνος ὑπὸ τοῦ νοῦ —πρόεισι διὰ τῆς ζωτικῆς κινήσεως B εἰς τὸ δεύτερον τοῦ κινηθέντος ὑπ’ ἐκείνου, λέγω δὲ εἰς