Ancient Greek
2.317.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.317.4
Unproofread scanNot analysed yet
Ἐν δὴ τούτοις περὶ τῆς τῶν αἰσθητῶν διαλέγεται γνώσεως, ὅπως ὁ λόγος ὁ ἐν τῇ ψυχῇ τοῦ παντὸς ἀπογεννᾷ τὴν γνῶσιν ταύτην, ὅτι τὸν θάτερον κύκλον κινῶν καὶ τοὺς ἐν αὐτῷ λόγους τοὺς προϋσταμένους τῆς διακοσμήσεως τῶν ὅλων, καὶ ἀκλινῆ φυλάττων αὐτόν· ἡ γὰρ ὀρθότης δηλοῖ μὲν καὶ τὴν ὀρθοδοξίαν, ὡς ὁ τε Πορφύριος ἐξηγήσατο καὶ ὁ Ἰάμβλιχος ἐπέκρινε, δηλοῖ δὲ καὶ τὸ ἀδάμαστον ἐν τῇ προνοίᾳ καὶ τὸ ἀρρεπές· οἰκεῖον γὰρ νοήσει μὲν ἡ ἄκμητος καὶ ὀξυκίνητος δύναμις, προνοίᾳ δὲ καὶ γονίμοις ἐνεργείαις ἡ ἀμείλικτος καὶ ἀκλινής, καὶ ἀμερίστῳ μὲν οὐσία καθαρότης νοήσεως, μεριστῇ δὲ ἡ ἄχραντος ἐνέργεια. Ἐ ἀμέριστον μὲν οὖν τὸν ὀρθὸν κύκλον, <μεριστὸν δὲ> τὸν μὴ ἀκριβῆ κύκλον, ἀλλὰ μετέχοντά πως τῆς εὐθείας ἄκουει, διότι φέρεται τε εἰς τὸ ἔκτὸς ἡ γνῶσις τῶν αἰσθητῶν καὶ εἰς αὐτὴν πάλιν ἀνακάμπτει τὴν ψυχὴν, ὡς μήτε εὐθεῖαν εἶναι μόνον οἷα ἡ τῆς αἰσθήσεως γνῶσις, μήτε κύκλον οἷα ἡ τῆς διανοίας. Ἰάμβλιχος δὲ πᾶν τοῦτο ἀπεδοκίμασεν ὡς ταῖς ἀνθρωπίναις γνώσεσιν, ἀλλ’ οὐ ταῖς θείαις προσῆκον. ὅταν τοίνυν ὁ ἡλίος κινῇ τὸν θάτερον κύκλον, ὁ δὲ ἀρρεπὴς μένων καὶ εἰς αὐτὸν ἐπεστραμμένος τοὺς λόγους ἀνεγεῖρη τῶν αἰσθητῶν καὶ εἰς πᾶσαν διαγγείλη τὴν ψυχὴν, οἷον ἕκαστὸν ἔστι τῶν αἰσθητῶν —πᾶσα γὰρ ἡ ψυχὴ γυγνώσκει κατὰ τοῦτον μέντοι τὸ αἰσθητὸν πᾶν· καὶ γὰρ ὁ ταύ-