Ancient Greek
2.319.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.319.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 37B] τὴν δευτέραν περιφορὰν, καὶ διὰ ταύτης κινεῖ καὶ τὴν γένεσιν, ὡς ἐκεῖνος διὰ τῆς ἀπλανοῦς ἐκίνει τὸ πᾶν· ἐπιστρέφων δὲ διὰ τῆς γνώσεως εἰς τὴν ἐκείνου ζωικὴν ἐπιστρέφει κίνησιν, οὕσαν προσεχῶς ὑπὲρ αὐτόν, εἰς ἐκείνην δὲ ἐπιστρέφων διὰ τῆς γνώσεως ὅπερ ἐκείνη ζωικῶς ἐπιστρόπευε, τοῦτο γνωστικῶς ἐπιστρέφεται, καὶ οὕτω δι’ τοῦ κόσμου παντὸς ἔσχε τὴν γνῶσιν, συνάμας τὸ ἑαυτοῦ ἐπιστρέφον πρὸς τὸ τοῦ πρὸ αὐτοῦ μένον, καὶ ἐγενέσθην ὁ μὲν τῶν νοητῶν, ὁ δὲ τῶν αἰσθητῶν γνωριστικός· καὶ γὰρ εἰ τὴν θάτερον κινεῖ περίοδον, ἔδει γιγνώσκειν αὐτὸν καὶ ὧν ἥγεται καὶ ὅ ἐπεταὶ μέσῃν οὖσαν, καθάπερ τὸν τοῦ ταυτοῦ κύκλον, εἰ κινεῖ τὸ πᾶν, ἔδει γιγνώσκειν, τίνι ὁμοιούμενον ζῇ τὴν μίαν ταύτην ζωήν· ὥστε τῷ μὲν ἡ ἐπιστροφὴ διὰ τοῦ μέρους εἰς τὸ ὅλον, τῷ δὲ διὰ τοῦ ὅλου εἰς ἕτερον ὅλον. τοσαῦτα καὶ πρὸς ταύτην ἡμῖν εἰρήσθω τὴν ζήτησιν, βαθείας ἐπιστάσεως δεομένην. οὐ δεῖ δὴ οὖν νομίζειν, ὅτι ἐξωθεν εἰσδέχεται τὴν γνῶσιν ἡ ψυχὴ τοῦ παντὸς τῶν αἰσθητῶν, οὐδ’ ὅτι ὀργάνων δεῖται πρὸς τὴν κατάληψιν αὐτῶν· μερικῶν γὰρ ἐστι ταῦτα ψυχῶν· ἀλλ’ ὅτι εἰς ἑαυτὴν ἐστραμμένη προδεβλημένουσ ἔχει τοὺς λόγους τῶν αἰσθητῶν ἀφ’ ἑαυτῆς. διὸ καὶ ὁ Πλάτων ἀκριβῶς περὶ τὸ αἰσθητὸν εἶπεν ἐνεργεῖν τὸν θάτερον κύκλον, ἀλλ’ οὐ πρὸς τὸ αἰσθητόν, ἵνα τὴν κατ’ αἰτίαν περιοχὴν ἐνδείξηται τῶν αἰσθητῶν ἐν τοῖς λόγοις, ἀλλ’ οὐχὶ τὴν σύζυγον πρὸς αὐτὰ καὶ τὴν ἐν αὐτοῖς ἀπερειδομένην γνῶσιν. ταῦτα μὲν οὖν περὶ τῶν πραγμάτων. τὸ δὲ εἰς πᾶσαν διαγγεῖλαι τὴν ψυχὴν σύμφωνον μὲν ἐστι τῷ λέγει κινουμένην διὰ πάσης ἑαυτῆς, ἐνδείκνυται δέ, ὅτι καὶ τῶν αἰσθητῶν προσεχῶς μὲν ὁ θάτερον κύκλος ἐφάπτεται, διὰ δὲ τούτου καὶ ἡ πᾶσα ψυχὴ τὴν γνῶσιν ὑποδέχεται. τὸ δὲ αὐτοῦ πολλαχῶς μὲν ἐξηγήσατο ἄν τις, ὡς καὶ ὁ Πορφύριος ἐπέστησε, μᾶλλον δὲ ὡς πρὸς τὸν λόγον ἀποδοτέον· δόξαι γὰρ αὐτοῦ γίγνονται τοῦ λόγου καὶ πίστεεις, τοῦ ὀρθοῦ κύκλου τὰ αἰσθητὰ διαγγέλλοντος·