Ancient Greek
2.320.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.320.4
Unproofread scanNot analysed yet
Πάντα πᾶσιν ἀντέθηκε, τῷ μὲν αἰσθητῷ τὸ λογιστικόν, τῷ δὲ ‘ὁρθῷ’ τὸ ‘εὐτροχον’, τῷ δὲ γίγνηται τὸ ‘ἢ’, τῷ δὲ ‘ἀναγγελῇ’ τὸ μηνύση, τῇ δὲ ‘δόξῃ’ τὸν ‘νοῦν’, τῇ δὲ ‘πίστει’ τὴν ‘ἐπιστήμην’. ἐστὶ δὲ λογιστικὸν μέν οὐ τὸ λογιζόμενον, ὡς ἂν οἴηθείη τις, ἀλλ’ αὐτὸ τὸ νοητόν (τοῦτο γὰρ ἀντέθηκε τῷ αἰσθητῷ), διότι καὶ λογισμός ἐστιν ἐκεῖ θειότερος ἢ κατὰ τὴν ψυχήν, ὡς πολλάκις εἴπομεν, καὶ κατ’ ἐνέργειαν ἀεὶ ὧν ὁ αὐτὸς λογισμὸς ἐν ἐκείνοις. καὶ ἔοικεν οὕτω τὸ νοητὸν καλέσαι λογιστικόν, ὡς ὑστερὸν καλέσει τὸ αἰσθητὸν αἰσθητικόν· καὶ γὰρ τὸ αἰσθητὸν κινητικόν ἐστι τῆς αἰσθήσεως καὶ τὸ νοητὸν τοῦ λογισμοῦ τῆς ψυχῆς· εἰ’ ἂν οὖν λογιστικὸν τὸ τῷ λογισμῷ τῆς ψυχῆς περιληπτόν, οὐ δὴ προειληφὸς ἐκεῖνο τὴν αἰτίαν ὁμωνύμως τούτῳ προσείρηται λογιστικόν. εὐτροχον δὲ τὸ νοερὸν καὶ ἐν τῇ μεταβάσει τὸ ἀνεμπόδιστον ἔχον καὶ τὸ κυκλικὸν ἐν τῷ μεταβαίνειν καὶ τὸ ἀκμαῖον ἐν ταῖς νοήσεσι, τὸ τέ- Eλειον, τὸ περὶ τὸ θεῖον ἐνεργοῦν, τὸ ἀγαθοειδές, τὸ περὶ τὸ νοητὸν ὡς κέντρον φερόμενον· κέντρῳ ἐπιστέρχων σαυτὸν φωτὸς κελάδοντος φησὶ τις θεῶν. ὧν δὲ τὸ πεπληρωμένον τῶν ὧντως ὄντων καὶ ἡνωμένον αὐτοῖς. μηνύσαι δὲ τὸ οἶον ἐκφῆναι, τὸ ἀναδιδᾶσαι, τὸ ἐκ τοῦ ἀπορρήτου προαγαγεῖν. νοῦς δὲ