Ancient Greek
2.321.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.321.1-2
Unproofread scanNot analysed yet
ὁ καθ’ ἕξιν· τριχῶς γὰρ ὁ νοῦς· πρῶτος μὲν ὁ θεῖος, οἷος δὴ καὶ ὁ δημιουργικός, δεύτερος δὲ ὁ μετεχόμενος ὑπὸ τῆς ψυχῆς, οὐσιώδης καὶ αὐτοτελῆς, τρίτος δὲ ὁ καθ’ ἕξιν, δι’ ὃν ἡ ψυχὴ νοερὰ ἐστίν. ἐπιστήμη δὴ ἡ πρώτη πληρου-μένη γνώσις ἀπὸ τῶν νοητῶν, ἀκλινὴς καὶ ἀρρεπὴς καὶ ἀμετάπτωτος ὑπάρχουσα, διαφέρουσα δὲ τοῦ νοῦ καθόσον ἐκεῖνος μὲν ἐν ταῖς ἀπλαῖς μόνας ἐπιβολαῖς θεωρεῖται τῆς ψυχῆς· δι’ αὐτοῦ γὰρ ἕκαστον τῶν νοουμένων ὅλον ἅμα νοεῖ —νοῦ γὰρ ἴδιον τὸ ἀθρόον ἐν ταῖς ἐνεργείαις —αὐτὴ δὲ ἐν ταῖς ἀπ’ αἰτίας γνώσεσι —τοῦτο γὰρ ἐπιστήμης ἴδιον —ἡ τε σύνθεσις καὶ ἡ διαίρεσις τῶν εἴδων· δῆλον γὰρ ὅτι γιγνώσκουσα τὰ ὄντα γινώσκει, τίνα μὲν αἰτίων ἔχει τάξιν ἐν ἐκείνοις, τίνα δὲ αἰτιατῶν· τὴν δὲ τοιαύτην πᾶσαν γνώ-σιν ἐπιστήμην καλοῦσιν, ὥσπερ νόησιν τὴν ἀπλὴν ἐπιβολὴν ἕκαστου τῶν νοουμένων. καὶ ἡμεῖς μὲν οὕτως. Ἰάμβλιχος δὲ τὸν νοῦν τοῦτον πρεσβύτερον ἀκούει τῆς ψυχῆς, ἄνωθεν αὐτὴν συνέχοντα καὶ τελειοῦντα, καὶ διαγωνίζεται πρὸς τοὺς ἢ αὐτόθι τῷ παντελεῖ νῷ συνάπτοντας τὴν ψυ-χήν (δεῖν γὰρ μὴ ἀθρόαν γίνεσθαι τὴν μετάβασιν ἀπὸ τῶν ἐξηρημένων ἐπὶ τὰ μετέχοντα, ἀλλὰ μέσας εἶναι τὰς συντε-ταγμένας τοῖς μετέχουσιν οὐσίας) ἢ τὸν νοῦν ἕξιν ὑποτιθε-μένους τῆς ψυχῆς (δεῖν γὰρ εἶναι τὸ ἐν αὐτῷ ὃν πρὸ τοῦ ἐν ἄλλῳ ὄντος). ταῦτα δὲ πρὸς μὲν τὰ πράγματα λέγεται ὀρθῶς. συμφωνότερον δὲ τῇ λέξει τὸ τὸν νοῦν τοῦτον ὡς ἕξιν ἐν αὐτῇ τῇ ψυχῇ θεωρεῖν· καὶ γὰρ ἐκ τῆς ἐνερ-γείας τοῦ ταύτου κύκλου φησὶν αὐτὸν ὁ Τίμαιος ἀποτελεῖ-σθαι· τὸν δὲ ὑπὲρ τὴν ψυχὴν νοῦν ἐκεῖνον ῥητέον, ὃν ὁ δημιουργὸς ὑπέστησεν, ἀνὰ λόγον θεὶς ὡς ψυχὴν ἐν τῷ σώ-ματι καὶ τὸν νοῦν ἐν τῇ ψυχῇ· δῆλον γὰρ ὅτι πρεσβύ-τερος οὗτος ὁ νοῦς τῆς ψυχῆς, ὡς ἡ ψυχὴ κατ’ αὐτὸν τοῦ σώματος· ὁ δὲ νῦν λεγόμενος νοῦς, ἀποτέλεσμα ὧν τῆς τοῦ λόγου διὰ τοῦ ταύτου κύκλου περὶ τὸ νοητὸν κινήσεως —