Ancient Greek
2.323.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.323.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 37 C] Τούτω τίνα φησί; πότερον νοῦν καὶ ἐπιστήμην; ταῦτα γὰρ εἴρητο προσεχῶς· ἢ οὐ πᾶσαν περιληψεται τὴν ψυχήν, οἴκουν τὸν γε θάτερον κύκλον; ἢ μᾶλλον τὰς διττὰς συνζυγίας εἶπε, δόξαν καὶ πίστιν, μίαν μὲν ταύτην, νοῦν τε καὶ ἐπιστήμην· δευτέρα γὰρ αὐτῇ· διὰ δὲ τούτων πᾶσαν περιληψεται τὴν ψυχήν. πᾶν οὖν τὸ δεκτικὸν νοῦ καὶ ἐπιστήμης καὶ δόξης καὶ πίστεως ψυχὴ ἐστι· πᾶσαι γὰρ αἱ γνώσεις αὗται καὶ λογικαὶ εἰσι καὶ μεταβατικαί, καὶ διότι μὲν λογικαί, τῶν ἀλόγων ἐξήρηται δυνάμεων, διότι δὲ μεταβατικαί, τῆς νοερᾶς ὑφείνται γνώσεως· καὶ γὰρ εἰ ἔστιν ἐπιστήμη καὶ νοῦς ἐν τοῖς νοητοῖς, ἀλλ’ οὐκ ἐγγίγνεται αὐτοῖς, ἐν δὲ τῇ ψυχῇ καθάπερ εἶπεν ἐγγίγνεσθον, διότι δὴ κατὰ μέθεξιν ἐπιστήμων· μετέχει γὰρ τῆς αὐτοεπιστήμης· καὶ γὰρ οὐσίωτο κατὰ μέθεξιν (ἀπὸ γὰρ τῶν πρώτων γενῶν τὰ μέσα πρόδεισι), καὶ ἡμοδοτο παραπλησίως (ἀπὸ γὰρ τῆς αὐτοαμονίας ἢ ἐν αὐτῇ), καὶ ἐσχημάτιστο ὁμοίως (τὸ γὰρ νοερὸν σχῆμα παντοίων σχημάτων περιληπτικόν), καὶ δυνάμεις εἶχεν ὡσαύτως· αἱ γὰρ νοεραὶ καὶ νοηταὶ δυνάμεις πρὸ αὐτῆς ἦσαν, κίνησιν τε ἀπὸ τῶν γενῶν τοῦ ὄντος ὑπεδέξατο καὶ γνῶσιν ἀπὸ τῆς δημιουργικῆς νοήσεως, οὐ δὴ καὶ ἢ στάσις ἀναφαίνεται· πᾶσα γὰρ γνῶσις στάσις τις ἐστι καὶ περίληψις τοῦ γνωστοῦ καὶ ἐφαρμογὴ πρὸς τὸ γνωστόν. μετέχει μὲν οὖν καὶ ἢ κίνησις τῆς ὅλης ψυχῆς γνώσεως, καθόσον ἑαυτὴν γινώσκει καὶ εἰς ἑαυτὴν βλέπουσα κινεῖ, μετέχει δὲ καὶ ἢ γνῶσις κινήσεως, καθόσον μεταβατικὴ ἐστιν. ἴδιως δὴ ἢ μὲν κινητικὴ ἐνέργεια κατὰ τὴν κίνησιν ἀφορίζειται, ἢ δὲ γνωστικὴ κατὰ τὴν στάσιν, καὶ μᾶλλον ὁ θάτερος κύκλος κινητικὸς ἐστι, μᾶλλον δὲ ὁ ταυτοῦ γνωστικός, διότι καὶ προσήκει ταυτότητι μὲν στάσις, ἐτερότητι δὲ κίνησις, ἐστι δὲ καὶ ἐν τῷ θάτερον γνῶσις καὶ ἐν τῷ ταυτοῦ κίνησις, ὥσπερ καὶ ἐν ἐκείνῳ μὲν ταυτότης, καὶ ἐν τούτῳ δὲ καὶ ἐτερότης· ὅλη γὰρ δι’ ὅλης ἢ ψυχὴ μετέχει τῶν γενῶν τοῦ ὄντος. Μέχρι δὴ τούτων ἢ ψυχο-