Ancient Greek
2.324.9
Proclus Phil., In Platonis Timaeum Commentaria 2.324.9
Unproofread scanNot analysed yet
ἐπειδὴ δὲ πᾶσας ἀναλογίας καὶ πᾶσης ἀρμονίας ἀρχὰς περιέχει, ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ ὁ Πλάτων προσσαγορεύει, δι’ ἧς γεωμετρικαῖς ἀναλογίαις κεκόσμηται ὁ κόσμος· ἡ δὲ ἀρμονικὴ τῆς Δίκης, δι’ ἣν μείζονα μὲν μείζονα ἔχει λόγον, ἐλάσσονα δὲ ἐλάσσονα. ἐπεὶ οὖν ἡ γεωμετρικὴ περιέχει τὰς δύο, ὡς δέδεικται, ἡ μὲν οὐσία τῆς ψυχῆς τῇ γεωμετρικῇ κατακεκόσμηται, ἡ αὐτὴ οὖσα δι’ ὅλης ἑαυτῆς, πανταχοῦ μεριστὴ καὶ ἀμέριστος· τὴν δὲ ἀριθμητικὴν μεσότητα, διότι αἱ κοιναί ἐν αὐτῇ δυνάμεις, αἱ ἀπὸ τῆς ἀμερίστου εἰς τὸ μεριστὸν ἐκτρέχουσι ἢ ἀπὸ τῶν ἀμεριστῶν εἰς τὸ ἀμέριστον, ἴσα ὑπερέχουσι καὶ ὑπερέχονται τῶν πάντῃ μεριστῶν καὶ ἀμεριστῶν· ἡ δὲ ἀρμονικὴ μεσότης, καθ’ ὅτι τῶν ἐν αὐτῇ δυνάμεων αἱ μὲν μᾶλλον ἀφεστήκασιν τῶν προαγουσῶν καὶ μείζονα ἔχουσι ν ὑπεροχὴν, αἱ δὲ ἐλάττονα. καὶ πάλιν ἡ μὲν ταυτότης τῶν εἴδων διὰ παντὸς τοῦ κόσμου οἰκείως ἐκασταχοῦ, σωματικῶς, ζωτικῶς, ἐν φυτῷ, ἐν ζῷῳ, ἐν λίθῳ· διότι γεωμετρικὴ κατεκόσμησε τὸν ὅλον κόσμον· ἡ δὲ ἀριθμητικὴ ἐν τοῖς ὑπὸ σελήνην στοιχείοις διαφαίνεται, ἣ ἐξισάζει κατὰ τὰς δυνάμεις· ἡ δὲ ἀρμονικὴ κατὰ τὰς σφαῖρας καὶ τὰς κινήσεις αὐτῶν καὶ τὰ ἀποστήματα· ἔδειξε γὰρ ὁ Πτολεμαῖος, ὅτι κατὰ τοὺς ἁρμονικοὺς λόγους ἐστὶ τὰ ἀποστήματα.]