Ancient Greek
2.33.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.33.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31C 32A] φησιν αὐτός, ἐν ἀριθμοῖς καὶ ὀγκοῖς καὶ δυνάμεσιν. εἰσὶ δὲ ἀριθμοὶ μὲν οἱ φυσικοὶ τὰ εἴδη τὰ ἔνυλα, τὰ μεριζόμενα περὶ τὸ ὑποκείμενον, ὀγκοὶ δὲ αἱ ἐκτάσεις αὐτῶν καὶ αἱ διαστάσεις αἱ περὶ τὴν ὕλην, δυνάμεις δὲ αἱ <ποιότητες αἱ> συνεκτικαὶ καὶ εἰδοποιοὶ τῶν σωμάτων. ἄλλο γὰρ τὸ εἶδος καὶ ἄλλη ἡ ἀπ’ αὐτοῦ δύναμις· αὐτὸ μὲν γὰρ ἄμερές ἐστι καὶ οὐσιώδες, ἐκταθὲν δὲ καὶ ὀγκωθὲν οἷον πνοὴν ἀφ’ ἑαυτοῦ προίεται τὰς ἔνυλους δυνάμεις, ποιούσας τινὰς οὐσίας· οἷον ἐπὶ τοῦ πυρὸς τὸ μὲν εἶδος αὐτοῦ καὶ οὐσία ἄμερής ἐστι καὶ ὄντως ἄγαλμα τῆς αἰτίας τοῦ πυρός· ἐστι γὰρ τι καὶ ἐν τοῖς μεριστοῖς ἄμερες· ἀπὸ δὲ τοῦ εἴδους ἄμερὸς ὄντος ἐν τῷ πυρὶ διάστασις αὐτοῦ γίνεται καὶ ἐκτάσις περὶ τὴν ὕλην, ἀφ’ ἧς αἱ δυνάμεις προεβλήθησαν τοῦ πυρός, οἷον θερμότης ἢ ψύξις ἢ ὑγρότης ἢ ἄλλη τις τοιαύτη, καὶ εἰσὶν αὗται ποιότητες μὲν οὐσιώδεις, οὐσία δὲ τοῦ πυρὸς οὐδαμῶς· οὐ γὰρ ἐκ ποιοτήτων αἱ οὐσίαι οὔδὲ ταὐτὸν οὐσία καὶ δύναμις, ἀλλὰ προηγείται πανταχοῦ τὸ οὐσιώδες τῆς δυνάμεως, καὶ ἐξ ἑνὸς ἐκείνου πλήθος πρόεισι δυνάμεων καὶ ἐξ ἀδιαιρέτου διηρημένον, ὥσπερ αὐ καὶ ἐκ μιᾶς δυνάμεως ἐνέργειαι πλεῖους. ὅσῳ γὰρ πρόεισιν ἕκαστον, τοσούτῳ μᾶλλον πληθύνεται καὶ διαιρεῖται, κατὰ τὴν ἀρχὴν ἑαυτοῦ καὶ τὴν αἰτίαν ἄμεριστον ὂν καὶ ἀδιαιρέτον. ὄντος οὖν ἐν ἑκάστῳ σώματι τοῦ τριτοῦ τούτου, λέγω δὲ ἀριθμοῦ καὶ ὀγκοῦ καὶ δυνάμεως, ἡ ἀναλογία καὶ ὁ δεσμὸς ὁ φυσικὸς ἄνωθεν ἐπιβατεῦει τοῖς τε ἀριθμοῖς αὐτῶν καὶ τοῖς ὀγκοῖς καὶ ταῖς δυνάμεσι, τὰς τε οὐσίας αὐτῶν τὰς ἄμερεῖς συνάγει καὶ ἑνοῖ πρὸς τὴν μίαν τοῦ κόσμου συμπλήρωσιν, τοῖς τε εἴδεσι κοινωνίαν καὶ τοῖς ὀγκοῖς συμμετρίαν καὶ ταῖς δυνάμεσιν ἁρμονίαν ἐντίθησι, καὶ οὕτω ἥτὰ πάντα καὶ ὁμόλογα ἀλλήλοις ἀπεργάζεται, πρόεισι δὲ ἀπὸ μὲν τοῦ μέσου πρὸς τὸ πρῶτον, ἀπὸ δὲ τοῦ τρίτου πρὸς τὸ μέσον καὶ ἀπὸ τοῦ πρώτου πρὸς τὸ μέσον, ἀπὸ