Ancient Greek
2.34.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.34.3
Unproofread scanNot analysed yet
Tim. 30D 16 ἀπέστραπται P αὐτοῖς MP: αὐτῷ Q 21 τὴν ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31C 32A] μέσον ἐστίν, ἢν ἐν τοῖς γνωρίμοις ἡμῖν γένηται σαφὲς τὸ λεγόμενον φυσικῶς. ἔστι δ’ οὖν πῶς τὰ ἔσχατα τὸ μέσον, ὡς τὴν οἰκείαν ἰδέαν σῴζοντα δι’ ἐκεῖνο καὶ μένοντα οἷά ἐστι. καὶ αὐ τὸ ὑγρόν καθόσον χρῶνννται, μετέχει πυρός, καὶ καθόσον ἀναθάλπεται διὰ τῆς θέρμης· καθόσον δὲ ἀπτόν ἐστι, πάλιν μετέχει γῆς· ὥστε καὶ τοῦτο ἕκαστερον ἀποτελεῖται τοῖν ἀχροῖν. ταῦτα μὲν οὖν καὶ μικρὸν ὑστερον [p. 49, 3ss] ἡμῖν ἔσται γνωριμώτερα, διὰ δὲ τῆς ἀρμονίας ταύτης καὶ τῆς ἀναλογίας ἀναφαίνεται πρώτη μὲν ἡ ταυτότης, ἐπὶ ταύτῃ δὲ ἡ ἑνωσις. αὐτὰ μὲν γὰρ τὰ σώματα κατὰ τὴν ἑαυτῶν φύσιν μεριστά ἐστι καὶ ὑπὸ τῆς ἐτερότητος κρατούμενα καὶ τοῦ νεῖκους, γίνεται δὲ ὅμως καὶ ταῦτα διὰ τῆς ἀρμονίας ταυτότητι φίλα καὶ διὰ τῆς ταυτότητος ἐνώσει. καὶ γὰρ ἐν τὸ πᾶν ἀποτελεῖται διὰ τῆς ἀναλογίας ἐνποιῶν τῶν διηρημένων καὶ συναγωγὸν τῶν πεπληθυσμένων καὶ συνεκτικὴν τῶν διασχεδανυμένων δύναμιν ἔχουσης. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ οἱ θεολόγοι τὰς ἐν τοῖς θεοῖς τούτων αἰτίας θεωροῦντες τὴν Ἀφροδίτην τῷ Ἁρει συγκαθεῖρξαντες περιβάλλουσιν αὐτοὺς τοῖς Ἥφαιστοτείνκτοις δεσμοῖς, τῆς ἐτερότητος τῆς ἐν τῷ κόσμῳ δι’ ἀρμονίας καὶ φιλίας συνεχομένης καὶ ἀπάσης ταύτης τῆς συμπλοχῆς τοῦ Ἥφαιστον τὴν αἰτίαν ἔχοντος, καὶ διὰ τῶν δημιουργικῶν δεσμῶν τὴν ταυτότητα τῇ ἐτερότητι συμπλέκοντες καὶ τῇ διακρίσει τὴν ἀρμονίαν καὶ τῇ ἐναντιώσει τὴν κοινωνίαν. καὶ ἐπὶ τούτοις γελᾷ μὲν ὁ Ἀπόλλων, γελᾷ δὲ ὁ Ἑρμῆς, γελᾷ δὲ ἕκαστος τῶν θεῶν, ὁ δὲ γέλως αὐτῶν ὑπόστασιν δίδωσι τοῖς ἐγκοσμίοις καὶ δύναμιν ἐντίθησι τοῖς δεσμοῖς. ταῦτα μὲν οὖν, φασίν, εὐστόμα κεῖσθω. νῦν δὲ ἡμῖν ἐκ τῶν εἰρημένων τοσοῦτον ἔστω δῆλον, ὅτι δὴ καὶ ὁ φυσικὸς δεσμὸς Ἥφαιστεῖος ὢν καὶ δημιουργικὸς —περιέχει γὰρ ὁ εἰς καὶ παντελὴς δημιουργὸς καὶ τὴν δι’ ἀνάγκης ποίησιν Ἥφαιστότευκτον οὕ-