Ancient Greek
2.44.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.44.1
Unproofread scanNot analysed yet
τὴν Ἀρχύτειον δεῖξιν ἀναγράψωμεν, ταύτην ἐκλεξάμενοι μᾶλλον ἢ τὴν Μεναίχμου, διότι ταῖς κωνικαῖς ἐκεῖνος χρῆται γραμμαῖς, καὶ τὴν Ἐρατοσθένους ὡσαύτως, διότι κανόνος χρῆται παραθέσει. περὶ δὲ τῶν ζητουμένων ῥητέον νῦν, ὅτι ἔοικε τῷ ὄντι τοῖς ἐπὶ τῶν ἀριθμῶν δεδειγμένοις θαρρεῖν ὁ Πλάτων, ἐπεὶ ἐν γε τοῖς σχήμασιν εὑρεῖν ἔστι δύο ὁμοίων στερεῶν ἕνα μέσον ἀνὰ λόγον· ἐὰν γὰρ ᾖσι τρεῖς εὐθεῖαι ἀνὰ λόγον, ὡς ἡ, δ, β, ἐν λόγῳ διπλασίῳ, τὰ ἀπ’ αὐτῶν τετράγωνα ἐν τετραπλασίῳ λόγῳ ἔσται, ὡς ὁ ξδ καὶ ὁ ις καὶ ὁ δ, τὰ δὲ στερεὰ τὰ ἀπ’ αὐτῶν ἐν ὀκταπλασίῳ, ὡς ὁ φιβ καὶ ὁ ξδ καὶ ὁ ἡ. ἔσονται ἄρα κύβοι τρεῖς, ὧν οἱ ἄκροι ἕνα μέσον ἔχουσιν ἀνὰ λόγον. καὶ ὅτι πάντες κύβοι ὅμοιοι ἀλλήλοις, δῆλον· καὶ γὰρ τὰς γωνίας ἴσας ἔχουσι κατὰ μίαν καὶ ὑπὸ ὁμοίων ἐπιπέδων περιέχονται καὶ ἴσων τὸ πλήθος. καὶ μὴν καὶ ὅτι δύο ὁμοίων ἐπιπέδων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσι, δείκνυμεν οὕτως, ὡς ἔδειξε καὶ ὁ Δημόκριτος. καὶ γὰρ ὅτι τὰ τετράγωνα πάντα ὅμοια ἀλλήλοις, φανερόν· καὶ γὰρ τὰς γωνίας ἴσας ἔχει κατὰ μίαν καὶ τὰς πλευρὰς ἀνὰ λόγον. ἔοικεν οὖν ὁ Πλάτων ὡς ἐπ’ ἀριθμῶν ποιούμενος τὸν λόγον ἀποφήνασθαι, ὅτι τὰ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες συναρμόττουσι· καὶ γὰρ ἐν τούτοις, ὡς δράς, οἱ ἄκροι κύβοι τέ εἰσιν ὁμοῦ καὶ ὅμοιοι ἐπίπεδοι, ὁ μὲν φιβ ἀπὸ τοῦ ις καὶ τοῦ λβ, ὁ δὲ γε τῶν ἄκρων ἕτερος, ὁ ἡ, ἀπὸ τοῦ β καὶ τοῦ δ, καὶ λόγος ὁ αὐτὸς τῶν πλευρῶν. εἰς οὖν μέσος καὶ τούτων ἐστὶν ὡς ὁμοίων ἐπιπέδων, οὐχ ὡς στερεῶν· ὥστε ἐὰν ὡς ἐπ’ ἀριθμῶν λάβης, ἔξεις τὴν λύσιν· ἀριθμοὺς γὰρ εὑρεῖν στερεοὺς ἅμα καὶ ὁμοίους ἐπίπεδους τοὺς αὐτοὺς δυνατόν, σχήματα δὲ στερεὰ καὶ ὅμοια ἐπίπεδα λαβεῖν ἀμήχανον. ἐπεὶ καὶ τοῦτο λέγειν δυνατόν, ὅτι πάντων ὄντων κύβων τὸ εἶδος ἕν ἐστιν. ὁ δὲ Πλάτων ὁμοίους εἶναι λαβὼν τοὺς μέσους τοῖς ἄκροιο οὕτως ἐθάρρησε τῷ θεωρήματι· καὶ γὰρ πῶς ἂν