Ancient Greek
2.45.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.45.2
Unproofread scanNot analysed yet
κατὰ φύσιν εἰέν δεόμενοι συνδεσμων ἄλλων, εἰ ταῦτόν ἔχοιεν πάντες εἴδος; πῶς δ’ ἂν οἱ μέσοι κοινωνοῖεν τοῖς ἄκροῖς καὶ διαφέροιν αὐτῶν κατὰ τὰς πλευράς, εἰ πάντες εἰέν κύβοι; δῆλον οὖν ὅτι τὰς μεσότητας ὡς ἀληθῶς μεσότητας λαβὼν καὶ οὕτως εἰπὼν μίαν οὐδέποτε μεσότητα, δύο δὲ ἀεὶ συνάπτειν τὰ στερεά, πάσης μεσότητος, ὧν ἐστι μεσότης, τοῦτως καὶ κοινωνίαν καὶ διαφορὰν ἐθελούσης ἔχειν· καὶ γὰρ αὐτὸ καθ’ αὐτὸ τὸ λέγειν πάντα τὰ στερεὰ συνάπτεσθαι διὰ δύο μεσοτήτων ἄπειρα ποιεῖ τὰ μέσα. δῆλον δὴ οὖν, ὅτι τὰ πλεῖστον διεστῶτα λαμβάνει καὶ κατὰ πάντα ἡραντισμένα καὶ ἔχοντα πάσας τὰς πλευρὰς ἀντιθέτους πρὸς πάσας, αἱτινὲς εἰσὶν ἐπὶ τῶν φυσικῶν σωμάτων αἱ δυνάμεις, ἵνα τῶν μέσων τὸ μὲν ἔχῃ τὴν πρὸς ἕτερον τῶν ἄκρων πλείονα κοινωνίαν, ἐλάσσωνα δὲ πρὸς τὸ λοιπόν, τὸ δὲ ἄνταλιν. εἰ μὴ ἄρα καὶ ἐκεῖνο ἀληθές, ὅπερ ἔλεγεν ὁ ἡμέτερος καθηγεμόν· ἔλεγε δέ, ὅτι δεῖ λαμβάνειν τὸν αὐτὸν ἐν ταῖς μεσότησι λόγον, ὃς ἐστὶν ἐν ταῖς πλευραῖς τῶν ἄκρων. οἷον εἰ ὁ μὲν εἴη κύβος ὀκτώ, ὁ δὲ ἑπτὰ καὶ εἴκοσι, τὰς μεσότητας αὐτῶν εὕροιςκομεν, εἰ λάβοιμεν τὰς πλευρὰς αὐτῶν, τὸν δύο καὶ τρία, καὶ ποιήσαιμεν αὐτοὺς ἐπ’ ἀλλήλους καὶ ἐπὶ τὸν ἐξ ἀμφοῖν ἕκαστον· ἔσονται γὰρ οἱ μέσοι διὰ τοῦ ἡμιολίου λόγου συνάπτοντες τοὺς ἄκρους, ὅσπερ ἦν καὶ ἐν ταῖς ἐξ ἀρχῆς πλευραῖς τῶν κύβων. τοῦ τοίνυν αὐτοῦ λόγου ὄντος ἐν τε ταῖς πλευραῖς τῶν κύβων καὶ ἐν τοῖς μέσοις δύο ἐξ ἀνάγκης οἱ μέσοι, φαίη ἂν ὁ Πλάτων. καὶ τοῦτο συμφωνότερον πρὸς τὴν προκειμένην φυσιολογίαν· καὶ γὰρ ἐν ταῖς δυνάμεσι τῶν στοιχείων καὶ ἐν τοῖς ἀπλοῖς εἴδεσι πρὸ τῶν συνθέτων ἐντίθησιν ὁ δημιουργὸς τὴν κοινωνίαν. ἡμεῖς δὲ ἐλαμβάνομεν δι’ ὀκταπλασίου λόγου συναπτομένους τοὺς ἄκρους, ὧν αἱ πλευραὶ τὸν ὀκταπλασίον οὐκ εἶχον λόγον· Β ἐν διπλασίῳ γὰρ λόγῳ τοῦ μέσου ληφθέντος οἱ ἄκροι τὸν τετραπλασίων ἔξουσιν· οἷον ἐπὶ τῶν ἐκκειμένων τριῶν ὀρων εἰ λάβοιμεν τέταρτον ἀνὰ λόγον, εὕρησομεν, ὅτι ὡς ἡ πλευρὰ