Ancient Greek
2.46.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.46.3
Unproofread scanNot analysed yet
Ἀπὸ δὲ τούτων ὁρμηθέντες κατίδωμεν, ὅπως καὶ τὰ φυσικὰ διανοήματα σύμφωνα τούτοις ἐστὶ, καὶ τοῖς ἐπιστημονικοῖς λόγοις τοὺς εἰκότας συναρμόσωμεν, καὶ πρῶτον, τί τὸ ἐπίπεδον τὸ φυσικόν, καὶ πῶς ἐπὶ τούτων μία μεσότης, δύο δὲ ἐπ’ αὐτῶν τῶν στερεοειδῶν. ὁ μὲν θεῖος Ἰάμβλιχος —οὗτος γὰρ ὁ ἄνθρω διαφερόντως ἀντελάβετο τῆς τοιαύτης θεωρίας, τῶν ἄλλων ὥσπερ καθευδόντων καὶ περὶ τὸ μαθηματικὸν καλινδυμένων μόνον —διακρίνειν μοι δοκεῖ τὰ ἄπλα τῶν συνθέτων καὶ τὰ μέρη τῶν ὅλων καὶ ἁπλῶς εἰπεῖν τὰς ἐνύλους δυνάμεις καὶ τὰ εἴδη τὰ ἔνυλα τῶν συμπληρουμένων ἀπ’ αὐτῶν οὐσιῶν, καὶ τὰ μὲν ἐπίπεδα καλεῖν, τὰ δὲ στερεά· καθάπερ γὰρ τὸ ἐπίπεδον ἔσχατος ὅρος ἐστὶ τοῦ μα-