Ancient Greek
2.50.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.50.1
Unproofread scanNot analysed yet
40 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32AB] δύο, τὰ μὲν στερεὰ ἔχοντα μέσα, τὰ δὲ τὰς δυνάμεις τὰς κοινὰς. Ἔστω γὰρ τὸ πῦρ λεπτομερὲς, ὀξύ, εὐκίνητον· καὶ γὰρ τὴν οὐσίαν ἔχει λεπτομερῆ καὶ ὀξὺ ἐστιν, ὡς σχῆμα τοιοῦτον ἔχον καὶ ὡς διὰ τοῦτο τμητικὸν ὑπάρχειν καὶ ἰτητικὸν καὶ διὰ πάντων διαδύνον τῶν ἄλλων στοιχείων, καὶ 5 εὐκίνητον, ὡς ἐγγυτάτω τε ὄν τῶν οὐρανίων καὶ ἐν αὐτοῖς D ὄν· καὶ γὰρ αὐτὸ τὸ οὐράνιον πῦρ ὀξυκίνητον, καὶ τὸ ὑπὸ σελήνην ἀδίως αὐτῷ συγκινούμενον καὶ καθ’ ἓνα κύκλον καὶ μίαν ὁρμήν. Ἐπεὶ οὖν ἐναντίον ἡ γῇ τῷ πυρί, τὰς ἐναντίας ἔχει δυνάμεις, παχύτητα, ἀμβλύτητα, δυσκινησίαν, 10 ἃ δὴ καὶ ὁρῶμεν αὐτῇ πάντα προσόντα. τούτων δὲ οὕτωσι διαμαχομένων καὶ ὄντων στερεῶν καὶ ὁμοίων στερεῶν —ἀνὰ λόγον γὰρ αὐτῶν αἱ πλευραὶ καὶ αἱ δυνάμεις· ὡς γὰρ τὸ παχὺ πρὸς τὸ λεπτομερές, οὕτω τὸ ἀμβλὺ πρὸς τὸ ὀξὺ καὶ τὸ δυσκίνητον πρὸς τὸ εὐκίνητον· ὅμοιοι δὲ εἰσι στε- 15 ρεοὶ ὧν αἱ πλευραὶ ἀνὰ λόγον, ἢ, εἰ βούλει φυσικῶς λέγειν, ὅμοια σώματα ἐστιν ὧν αἱ δυνάμεις ἀνὰ λόγον αἱ συστατικαὶ τῶν σωμάτων· καὶ γὰρ αἱ πλευραὶ δυνάμεις εἰσὶ τῶν ἀπ’ αὐτῶν χωρίων —ὄντων δ’ οὖν πυρὸς καὶ γῆς ὁμοίων σωμάτων καὶ ὁμοίων στερεῶν δύο μέσοι ἀνὰ λόγον ἐμπεσόνται, 20 καὶ τῶν μέσων ἑκάτερος ἔξει τοῦ μὲν παρακειμένου τῶν ἄκρων δύο πλευράς, ἑκατέρου δὲ τὴν λοιπὴν. οὐκοῦν ἐπειδή τὸ πῦρ εἶχε τρεῖς πλευρὰς φυσικάς, τὰς τρίτας δυνάμεις, λεπτομέρειαν, ὀξύτητα, εὐκινησίαν, ἀφελόντες τὴν μέσην, τὴν ὀξύτητα, καὶ ἀντεισγαγόντες τὴν ἀμβλύτητα τὸν ἄερα 25 E ποιήσομεν, ἔχοντα δύο μὲν τοῦ πυρὸς πλευράς, μίαν δὲ τῆς γῆς, ἢ δύο μὲν τοῦ πυρὸς δυνάμεις, μίαν δὲ τῆς γῆς, ὥσπερ καὶ ἤν προσῆκον μᾶλλον αὐτὸν τῷ ἐγγὺς κοινωνεῖν ἢ τῷ ἀφ’ ἑαυτοῦ τρίτῳ κατὰ τὴν ἀπόστασιν. πάλιν ἐπειδή τρεῖς εἶχεν ἡ γῆ πλευρὰς φυσικὰς τὰς ἐναντίας ταῖς δυνάμεσι 30 ταῖς τοῦ πυρός, παχυμέρειαν, ἀμβλύτητα, δυσκινησίαν, ἀφελόντες τὴν δυσκινησίαν καὶ τὴν εὐκινησίαν εἰσγαγόντες τὸ