Ancient Greek
2.54.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.54.2
Unproofread scanNot analysed yet
τὸ οὖν εἰλικρινὲς πῦρ ἐν οὐρανῷ, καὶ ἐκεῖ τὸ ὅλον πῦρ, ἡ δὲ γῆ κατ’ αἰτίαν ἐκεῖ, γῆς ἄλλο εἶδος οὖσα καὶ οἷον εἰκὸς συμφύεσθαι πρὸς τὸ θεῖον πῦρ, αὐτὸ μόνον ἔχουσα τὸ στερεόν, ὡς τὸ πῦρ τὸ φωτεινόν, καὶ ὡς τοῦτο οὐ καυστικόν, οὔδ’ ἡ γῆ παχὺ ἔχει, ἀλλ’ ἑκατέρου τὸ ἀκρότατον. καὶ ὡς ἐκεῖ τὸ εἰλικρινὲς πῦρ καὶ ὄντως, οὕτως ἡ ὄντως γῆ ἐνταῦθα καὶ ἡ ὁλότης τῆς γῆς, καὶ τὸ πῦρ κατὰ μέθεξιν καὶ ὀλικῶς, ὥσπερ ἡ γῆ ἐκεῖ πρώτως. οἰκείως γὰρ ἐν ἑκάτερῳ τὸ λοιπόν, ὅπου μὲν ἡ ἀκρότης τῆς γῆς, ὅπου δὲ ἡ ὑποστάμμη τοῦ πυρός. δηλοῖ δὲ καὶ ἡ σελήνη, στερεόν τι ἔχουσα καὶ σκοτεινόν, ἀντιφράττουσα τὸ φῶς —μόνης γὰρ τὸ ἀντιφράττειν τῆς γῆς —καὶ τὰ ἄστρα, ταῖς ὄψεσιν ἀντιφράττοντα, ὡς ἂν σκιὰν ἀνωτέρω ἑαυτῶν ποιοῦντα. καὶ δῆλον, ὅτι τούτων ὄντων καὶ ἐκεῖ, πυρὸς καὶ γῆς, εἶναι καὶ τὰ μέσα τούτων ἀναγκαῖον, τὰ διαφανῆ πρώτως, ἄερα μὲν οἷον τὸ ἐνταῦθα εὐαγέστατον, ὕδωρ δὲ οἷον τὸ ἀμμοειδέστατον καὶ τούτων ἐπὶ καθαρώτερον, ἵνα πάντα ἐν πάσιν ἢ, οἰκείως <δ’> ἐν ἑκάστοις· διὰ γὰρ ταῦτα τῷ ὁρατῷ χαρακτηρίζομεν τὸ πῦρ, ὁ παντὸς ἴδιον πυρός, καὶ τοῦτο εἰκῶς· ὡς γὰρ ἡ γῆ πρώτως ἄπτων, οὕτως ὁρατὸν τὸ πῦρ, ὅτι οὐδενὸς δεῖται τῶν ἄλλων, ἵνα ὁρατὸν ἢ, ὥσπερ τὰ ἄλλα δεῖται τοῦ πυρὸς εἰς τὸ ὁραθῆναι φωτιζόντος, αὐτὸ δὲ δι’ ἑαυτὸ γίνεται ὁρατόν, τοῦτο δὲ κοινὸν παντὸς πυρός. ἡ μὲν οὖν ζήτησις λέλυται. ἵνα δὲ ἡμῖν πᾶσα γένηται σαφὴς ἡ πρόοδος τῶν στοιχείων ὅσας ἔσχεν ὑφέσεις, ἀνωθεν ἀρχτέον τῆς περὶ αὐτῶν θεωρίας. τὰ δὴ στοιχεῖα ταῦτα τὰ τέτταρα, πῦρ καὶ ἄηρ καὶ ὕδωρ καὶ γῆ, πρώτως μὲν ἐστιν ἐν τῷ δημιουργῷ τῶν ὅλων κατ’ αἰτίαν καὶ ἐνοειδῶς· πάντα γὰρ