Ancient Greek
2.55.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.55.3
Unproofread scanNot analysed yet
μέσση δὲ ζώνη βαθυνηχέος οἴδμα θαλάσσης· πυμάτη δὲ βάσις χθονὸς ἐνδοθι δίζαι· ἀπὸ δὲ τούτων τῶν δημιουργικῶν αἰτίων γίνεται πρόοδος τῶν τεττάρων τούτων εἰς τὸ πᾶν —οὐχ εὐθὺς εἰς τὸν ὑπὸ σελήνην κόσμον· πῶς γὰρ τὰ ἀνλότατα τῶν ἐνυλοτάτων ἀμέσως ὑποστατικὰ καὶ τὰ ἀκίνητα τῶν πάντη κινουμένων; οὐδαμοῦ γὰρ ἡ πρόοδος ἀμέσως ἐστὶ τῶν πραγμάτων —ἀλλὰ κατὰ τινὰ εὐτάκτον ὕφεσιν, καὶ διὰ τῶν προσεχῶν αἱ ἀπογεννήσεις ἐπιτελοῦνται, καθάπερ δὴ καὶ αὐτῶν τῶν στοιχείων μετὰ τὸ πῦρ οὐ τὸ ὕδωρ, τὸ ἥττον αὐτῷ κοινωνοῦν, ἀλλ’ ὁ ἀήρ, οὐδὲ αὐτῷ τῷ ἀέρι ἡ γῆ, ἀλλὰ τὸ ὕδωρ, ἵνα διὰ τῶν οἰκείων καὶ συγγενῶν καὶ σμιχρῶν τὴν παραλλάξιν ποιουμένων ἡ πρόοδος ἡ ἐπὶ τὸ ἔσχατον γένηται. πῶς οὖν τῶν νοερῶν καὶ δημιουργικῶν καὶ ὅλων στοιχείων εὐθὺς ἡ ἀπογέννησις εἰς τὰ ἔνυλα καὶ σκεδαστὰ καὶ σκοτεινὰ ταῦτα γενήσεται; ταῦτα μὲν γὰρ ὑπὸ τῶν νέων θεῶν πλάττεσθαι δύναται, καὶ μάλιστα καθόσον ἔχει τὴν σύστασιν ἀπτήν· ὁ δὲ δημιουργὸς μειζόνων ἐστὶ καὶ καλλίωνων πατήρ. ἐπειδὴ τοίνυν τὰ ἐν αὐτῷ τῷ δημιουργῷ στοιχεῖα νόες εἰσὶ καὶ νοερὰi δυνάμεις ἀμεδέκτοι, τίς ἂν εἴη πρώτη πρόοδος αὐτῶν; ἢ δήλον, ὅτι νοεραι μὲν ἐτι μένουσι δυνάμεις, μετεχόμεναι δὲ ὑπὸ τῶν ἐγκοσμίων· ἀπὸ γὰρ τοῦ ἀμεδέκτου νοῦ