Ancient Greek
2.59.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.59.1-2
Unproofread scanNot analysed yet
οὕτος τῆς διανομῆς, ἐπεστήσαμεν· ὁ γὰρ Πλάτων [38D] ὑπὲρ σελήνην εὐθὺς τάττει τὸν ἥλιον, ἔπειτα Ἀφροδίτην καὶ ἐπὶ ταύτῃ τὸν Ἑρμῆν· δεῖ δ’ οὖν ἐννοεῖν, ὅτι καὶ ἐν ἑκάστῃ σφαῖρᾳ πάντα ἔστιν, ὅπου καὶ ἐν τοῖς ὑπὸ σελήνην στοιχείοις ἕκαστον μετέχει καὶ τῶν λοιπῶν· καὶ γὰρ τὸ πῦρ γῆς· εὐκίνητον γὰρ ὃν τάχιστα ἂν διεφορήθη μηδεμιᾶς μετασχὸν ἐδραιότητος. καὶ ἡ γῆ τοῦ πυρός· δυσκίνητος γὰρ οὕσα δεῖται τοῦ ἀναζωπυροῦντος καὶ ἀναθάλποντος αὐτὴν θερμοῦ. ὅπου τοίνυν καὶ ἐν τούτοις οὕτως, πῶς οὐχὶ πολλῷ μᾶλλον ἐν ἐκείνοις πάντα ἔστι καθ’ ἑκάστην σφαῖραν, εἰ καὶ τὰ μὲν πυρὸς πλείονος, τὰ δὲ ἀέρος, τὰ δὲ ὕδατος, τὰ δὲ γῆς μετείληφεν; πάλιν οὖν ἐξ ἀρχῆς εἴπωμεν, ὅτι τῶν στοιχείων ἄλλως μὲν ὡς ἀμιγῶν νοουμένων, ἄλλως δὲ ὡς μεμιγμένων, καὶ τῆς μὲν πρώτης αὐτῶν μίξεως τὸν οὐρανὸν ποιούσης ἔχοντα πάντα πυρίως, ἐν ᾧ πάντων αἱ ἀκρότητες εἰσι, τῆς δευτέρας δὲ τὸ ὑπὸ σελήνην, ἐν ᾧ πάντα μέσως ἔστι, τῆς δὲ ἐσχάτης τὰ ὑπὸ γῆν, ἐν οἷς αἱ ὑποστάθμαι πάντων εἰσί· Πυριφλεγέθων, φασί, καὶ Ἀχέρον, Ὠκεανός τε καὶ Κωκυτός· ἔξεστι λέγειν, ὅτι καὶ τέτταρα τὰ πανταχοῦ στοιχεῖα τὰ ἀμιγῆ καὶ πέντε, τοῦ μὲν οὐρανοῦ παντὸς ὡς ἑνὸς ληφθέντος, τῶν δὲ τελευταίων ἐν τῇ γῇ περιεχομένων. ἀλλὰ τὰ μὲν πέντε στοιχεῖα τοῦ κόσμου λέγεται στοιχεῖα, διότι δὴ συμπεπλήρωται ἀπ’ αὐτῶν ὁ κόσμος, τὰ δὲ τέσσαρα στοιχεῖα καὶ τούτων ἕκαστον στοιχεῖα ῥηθήσεται· καὶ γὰρ ὁ οὐρανὸς ἐκ τούτων καὶ ἡ γένεσις. ἔστιν ἄρα καὶ πέμπτης οὐσίας ὁ οὐρανὸς παρὰ ταῦτα τὰ τέσσαρα, σύμμικτα ὄντα ἐκ τῶν ἀπλῶν· ἐν αὐτῷ γὰρ οὐ ταῦτά ἐστιν, ἀλλ’ αἱ ἀκρότητες αὐτῶν καὶ τέσσαρα τὰ στοιχεῖα πάντων τὰ ἀμιγῆ καὶ ταῖς οἰκείαις μορφαῖς ἀλλήλων ἀφωρισμένα. καὶ ταῦτα τῷ τε Πλάτωνι συμφωνότατά ἐστι, νῦν μὲν λέγοντι τὸν οὐρανὸν ἐκ τῶν τεττάρων εἶναι στοιχείων ἀναλογίᾳ συνδεδεμένων καὶ ὅλον τὸν κόσμον συνεστάναι, μικρὸν δὲ ὕστερον τὰ πέντε σχήματα πλάττοντι καὶ πέντε κόσμους ἀποκαλοῦντι (ταῦτα