Ancient Greek
2.68.9
Proclus Phil., In Platonis Timaeum Commentaria 2.68.9
Unproofread scanNot analysed yet
ἐπισκεπτέον· καὶ γὰρ ἔχει πολλὰς ἀπορίας, ὅπως συνάγεται ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32D 33A] ἔξω τοῦ παντός, τέλειόν ἐστι· τὸ γὰρ πάντα ἀπεληφὸς παντελὲς ἐστιν· εἰτε αὐ εἰς ὁ κόσμος, οὐδὲν ἐστιν ἔκτὸς αὐτοῦ· γένοιτο γὰρ ἂν ἐκ τοῦ ἔξω καὶ ἄλλος· διὰ τί γὰρ ἐκ μὲν τούτων ἕν τι γέγονεν, οὐδὲν δὲ ἐξ ἐκείνων γένοιτό γ’ ἂν; 5 εἰτε μηδὲν ἐστιν ἔκτος, εἰς ὁ κόσμος. καὶ πάλιν, εἰ ἀίδιος ὁ κόσμος, οὐκ ἔστιν ἔξω σῶμα τοῦ παντὸς ὁμογενὲς τοῖς ἐν αὐτῷ στοιχείοις· εἰ γὰρ εἴη τι, προσβάλλων αὐτῷ λυτήσει καὶ διαλύσει τὸ πᾶν· ἔξω γὰρ ἂν ἄλλοτριον ἂν εἴη τοῦ κόσμου, ἄλλοτριον δὲ ἂν ἐνοχλήσει τὸ πᾶν. καὶ εἰ μηδὲν ἐστιν 10 ἔκτος, ἀίδιος ὁ κόσμος· οὐ γὰρ ἔχει τὸ φθαρτικόν. καὶ ἡ μὲν ἀληθὴς ὑπόμνησις τῆς τε μονότητος καὶ τῆς ἀιδιότητος καὶ τῆς τελειότητος τοῦ παντὸς ἀπὸ τοῦ παραδείγματος εἴληπται πρότερον· ἐκεῖνο γὰρ ἦν παντελές, μονοειδές, αἰώνιον, τὸ μὲν διὰ τὸ ἕν ὂν, ἀφ’ οὗ τὸ μονογενές, τὸ δὲ 15 διὰ τὸν αἰῶνα, ἀφ’ οὗ τὸ ἀίδιον, τὸ δὲ διὰ τὸ περιέχειν αὐτὸ πάντα τὰ εἴδη τῶν νοητῶν ζώων· τοῦτο γὰρ ἴδιον λοιπὸν τοῦ παντελοῦς ζῴου. ἔστι δὲ τὸ μὲν παντελὲς τελείων αἴτιον, τὸ δὲ μονοειδὲς μοναδικῶν, τὸ δὲ αἰώνιον αἰδίων, ἐπειδὴ πᾶν τὸ παράγων ὅμοιον ἑαυτῷ παράγει τὸ 20 δεύτερον, καὶ μάλισθ’, ὅταν κατ’ οὐσίαν ποιῇ καὶ ἔχῃ τὴν ἐνέργειαν οὐσίαν. δείκνυται δὲ ὅμως καὶ ἀπὸ τούτων ὡς ὀλικῶν αἰτίων ἕκαστον τούτων· εἰ γὰρ μηδὲν ἔξω τοῦ παντός, εἴ πάντα τὰ οἰκεῖα μέρη συνελήφρε, ***τέλειόν ἐστιν, ἀίδιόν ἐστιν. ἀπορήσειε δ’ ἂν τις, πῶς ἀπὸ τῆς ἀιδιότητος 25 ἐπιχειρήσας ἔφατο μηδὲν ὑπολειφθῆναι τοῦ παντὸς ἔξω· καὶ γὰρ ἄλλα ἐστὶν αἰδία, καὶ ἔστι τι αὐτῶν ἔκτος, ὥσπερ τῶν οὐρανίων. ἢ τούτων καὶ ἔκτος ἂν εἴποις εἶναι τὰ ἄλλα καὶ οὐκ ἔκτος· ὡς μὲν διωρισμένα κατὰ φύσιν, ἔκτος, ὡς δὲ συμπαθῆ πρὸς αὐτὰ καὶ ὑπὸ μιᾶς αὐτοῖς περιεχόμενα φύ- 30 σεως κυριωτέροις οὐσί μορφοῖς, οὐκ ἔκτος. εἰ δὲ τι τοῦ παντὸς ἦν ἔξω, μόνως ἂν ἦν ἔξω, μηδεμίαν ἔχον συμπάθειαν πρὸς τὸν κόσμον, ἀλλὰ ἄλλοτριον ὑπάρχον καὶ τῆς