Ancient Greek
2.77.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.77.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ I [Tim. 32D 33A] δὲ τρέφεσθαι δυνατόν ἕκαστον, ὑπὸ τούτων καὶ μείζον γίνεσθαι, τῶν εἰσιόντων τὰς τῶν ἐξιόντων χώρας καταλαμβανόντων. καὶ φθίρεται οὖν διὰ τοῦτο τὰ φθειρόμενα, διότι τοῖς ἐξ ὧν ἐστιν ἐναντίοις οὖσιν, ἐστιν ἔκτὸς αὐτῶν ὅμοια, 5 τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις, καὶ προστιθέμενα τοῖς οἰκείοις ἕκαστα φθορὰν ἐπάγει τοῖς συνθέτοις, λύοντα τὴν ἐν αὐτοῖς συμμετρίαν. ἐν μὲν οὖν τοῖς φθαρτοῖς ὁ λόγος ποιεῖ μάλιστα τὴν διαφορὰν, ἄλλος καὶ ἄλλος ὧν τῶν ἀπλῶν, ἐν δὲ τοῖς ἀλύτοις καὶ ἡ τῶν αὐτῶν διαφορὰ καὶ οἱ λόγοι τῆς 10 συστάσεως αὐτῶν· διὸ καὶ ἄλυτα καὶ ὄντως μοναδικά, μόνα ἐκ μόνων ὄντα τῶν στοιχείων κατὰ λόγον ἕνα καὶ μίαν συμμετρίαν. ταῦτα μὲν οὖν ἐπὶ πλέον βασανιστέον· εὐρήσομεν γὰρ οὐχ ἄλλως ἔχοντα βλέποντες εἰς τὰ πράγματα καὶ μὴ φωναῖς ἐπαναπανόμενοι μόναις, ὅπερ οἱ πολλοὶ πάσχον- 15 τες ἀφάσσουσι περὶ τὴν τούτων θεωρίαν· ἡμῖν δὲ ἐπὶ τὰ τοῦ Πλάτωνος ἐξῆς ἰτέον.