Ancient Greek
2.77.5 to 2.78.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.77.5-2.78.3
Unproofread scanNot analysed yet
1s an γίνεται? 14 μόραις post μὴ P 15 ἀφύσσουσι M 15s ἐπὶ τὸ τοῦ M 18 ὅλων ἐξ Plat. sed cf. u. 23. 27 19 αὐτὸν uel αὐτὸ Pl. 25 ὅλον δὲ καὶ M 33 ἀνανεούντων Q ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33 AB] αἰτίων εἰς αὐτὸν ἦκει ζωή καθαρά καὶ ἀτροπος, καὶ ἀπὸ τῶν ἀμειλίκτων ἀρχαντος δύναμις, καὶ δι’ ἐκείνην μὲν ἀγήρως ὁ κόσμος ἀεὶ νέος γιγνόμενος, διὰ δὲ ταύτην ἄνοσος παντὸς τοῦ παρὰ φύσιν καθαρείων, ἀμφοτέρων δὲ περιέχει τὴν αἰτίαν ὁ δημιουργός. Σχῆμα δὲ ἔδωκεν αὐτῷ τὸ πρέπον καὶ τὸ ξυνγενές· τῷ δὲ τὰ πάντα ἐν αὐτῷ ζῶα περιέχειν μέλλοντι ζῶῳ πρέπον ἂν εἴη σχῆμα τὸ περιειληφὸς ἐν αὐτῷ πάνθ’ ὅσα σχήματα. διὸ καὶ σφαιροειδές, ἐκ μέσου πάντη πρὸς τὰς τελευταίας ἴσον ἀπέχον, κυκλοτερὲς αὐτὸ ἐτορυνώσατο, πάντων τελεώτατον ὁμοιότατόν τε ἑαυτῷ σχημάτων, νομίσας μυρίῳ κάλλιον ὁμοιον ἀνομοίου [33 B].