Ancient Greek
2.78.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.78.3
Unproofread scanNot analysed yet
Μετὰ τὰ αἴτια τὰ ὅλα τοῦ κόσμου καὶ τὴν ὅλην αὐτοῦ σύστασιν καὶ τὴν οὐσίαν τὴν ἐξ ὅλων τῶν πληρωμάτων ὑφεστηκυῖαν περὶ τοῦ σχήματος διαλέγεται τοῦ παντός, ὁ δὴ κατὰ τὴν οὐσίαν ἐκ τῆς δημιουργίας ἀποδέδεται τῷ παντί, τὸ πάντων σχημάτων ὁμοιότατον, καὶ ἔστι τέταρτον τοῦτο δῶρον δημιουργικὸν εἰς τὸ πᾶν. εἰσὶ μὲν οὖν καὶ ἄλλαι ἀποδείξεις τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι, φυσικαὶ τε καὶ μαθηματικαί, ἃς μετὰ ταῦτα διέξομεν· νῦν δὲ τὴν Πλατωνικὴν ἀπόδειξιν ὄντως ἀπόδειξιν οὖσαν καὶ μετὰ τοῦ ὅτι τὸ διότι παρεχομένην πρῶτον κατανοήσομεν. ἔστι τοίνυν αὕτη τριπλή, μία μὲν ἀπὸ τοῦ ἑνός, ἑτέρα δὲ ἀπὸ τοῦ νοητοῦ κάλλους, τρίτη δὲ ἀπὸ τῆς νοερᾶς ποιήσεως· μᾶλλον δὲ καὶ ἕκαστον τούτων πολλαπλοῦν ἔστι καὶ τριπλοῦν τοῦ- C λάχιστον. αὐτίκα ἀπὸ τοῦ ἑνός εἴποις μὲν ἂν, ὅτι καὶ ὁ δημιουργὸς εἷς, εἴποις δ’ ἂν, ὅτι καὶ τὸ παράδειγμα ἕν, εἴποις δ’ ἂν, ὅτι καὶ τὸ ἀγαθὸν ἕν ἐστιν, καὶ ἀπὸ τούτων