Ancient Greek
2.79.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.79.2
Unproofread scanNot analysed yet
πάντοθεν εὐκύκλου σφαῖρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς καὶ μονὴ περιηγεί χαῖρον, φησὶν ὁ Παρμενίδης [frg. 8, 43 D.] ,τὰ δὲ αὐτὰ καὶ ὁ Ἐμπεδοκλῆς [frg. 17, 19 ss D]· διττὸν γὰρ ποιεῖ τὸν Σφαῖρον καὶ ἐκεῖνος, τὸν μὲν αἰσθητόν, ἐν ᾧ τὸ Νεῖκος δυναστεύει, τὸν δὲ νοητόν, ὑπὸ τῆς Ἀφροδίτης συνεχόμενον, καὶ θάτερον τὸν ἕτερον εἰκόνα καλεῖ, δῆλον δὲ ποτέρου πότερον. τρίτον γὰρ τοίνυν ἀπὸ τοῦ συγγενοῦς· καὶ γὰρ τῷ παντὶ τὸ σφαιρικὸν συγγενὲς καὶ [γὰρ] τῷ δημιουργῷ καὶ τῷ παντελεῖ ζῷῳ·