Ancient Greek
2.8.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.8.1-2
Unproofread scanNot analysed yet
δὲ οὐδεμίαν πλάττει τῷ λόγῳ γένεσιν· οὔτε γὰρ κατὰ ἰδέαν παράγεται ὁ νοῦς οὔτε τὸ τῆς γενέσεως προσίεται καὶ ὁπωσοῦν ὄνομα, πάντη δὲ ἐστὶν ἀγέννητος καὶ αἰώνιος, ἀλλ’ ἐκφαίνεται μὲν ἀπὸ τῶν ὅλων, μένων δὲ ἐν αὐτοῖς ἀνεκφοί- E τητος πρόεισιν ἠνωμένος τοῖς αἰτίοις αὐτοῦ τοῖς ὁλικωτέροις· διὸ καὶ ἀμέριστος μένει καὶ ἀδιαίρετος ὑπὸ τῶν ἀχράντων θεῶν σῴζόμενος καὶ τῶν ἀμειλίκτων δυνάμεων, τῆς ἄλλης ζωῆς μεριζομένης καὶ διαιρουμένης περὶ τὰς μερίδας τοῦ παντός. πρῶτην μὲν οὖν παραδέδωκε τὴν καθ’ ὅλοτητα τοῦ παντὸς ὑπόστασιν ἀπὸ τῆς δημιουργίας, καθ’ ἣν 10 ἐμψυχον ἀπετελέσθη καὶ ἔννουν καὶ θεῖον κατὰ τὴν πρὸς β τὸ παντελὲς ζῷον ἐξομοίωσιν. δευτέραν δὲ προσθήσει τὴν καθ’ ὅλα διαιροῦσαν τὸν κόσμον καὶ τὴν τῶν ὅλων ποίησιν μερῶν, τῆς τε ψυχῆς οὐσης καθ’ αὐτὴν καὶ τοῦ σωματοεἴδους· νοῦς γὰρ ἀγέννητός ἐστι πάντη, καθάπερ ἐλέγομεν 15 [p. 1, 11], ὅτι καὶ ἀγέννητός ἐστι καὶ ἀδιαίρετος, πλὴν ὅτι καὶ οὗτος πρόεισιν ἄνευ γενέσεως ἀπὸ τῆς τοῦ δημιουργοῦ προνοίας. λέγει δὲ καὶ τὴν τοῦτον ὑποδεχομένην φύσιν αὐτὴν τὴν τῆς ψυχῆς ἐκφανσιν αὐτὸς ὁ δημιουργός, <ὅς> ἐντίθησιν αὐτῷ τοὺς τῆς ψυχῆς κύκλους, ἄνευ διαιρέσεως αὐτὸν ἐκ- 20 φήνας ὡς ὄντα ἀμέριστον καὶ ἄνευ σχήματος ὡς ὄντα τελῶς γ ἄσχημάτιστον. τρίτην δὲ ἐφεξῆς τὴν κατὰ μέρη τέμνουσαν τὸ πᾶν καὶ τῶν μορίων ἕκαστον ἀποτελοῦσαν. πῶς γὰρ F ἐγένετο πῦρ καὶ πῶς ἄηρ καὶ πῶς ὕδωρ καὶ αὕτη πῶς ἡ γῆ παραδώσει [31B 32B] τελευταῖον τὴν σωματουργικὴν τῆς 25 δημιουργίας ἐνέργειαν θεωρῶν, καὶ οὐδὲ ἐπὶ ταύτης εἰς τὰ καθ’ ἕκαστα κάτεισιν, ἀλλ’ ἐν τοῖς ὅλοις μένει στοιχείοις· ἡ