Ancient Greek
2.80.6
Proclus Phil., In Platonis Timaeum Commentaria 2.80.6
Unproofread scanNot analysed yet
ὡρμήθη δ’ ἀνὰ κύκλον ἀθέσφατον περὶ ταύτης εἴρηται τῷ θεολόγῳ τῆς θεότητος· ἔστι δὲ μᾶλλον ἐν τοῖς νοεροῖς θεοῖς· ἐκεῖ γὰρ καὶ τὸ σχῆμα τὸ νοερὸν καὶ τὸ εὐθὺ καὶ τὸ περιφερές, ὡς ἐν Παρμενίδῃ [137DE] λέλεκται· καὶ ἐπὶ μετὰ τούτους τοὺς θεοὺς ἐν τῷ δημιουργῷ· νοῦς γὰρ καὶ οὗτος νοερός, καὶ τὸ πᾶν ἐστὶν οἰκείως ἐν αὐτῷ καὶ τὰς δημιουργικὰς δυνάμεις ὑποδέχεται παρὰ τῶν πρὸ αὐτοῦ θεῶν, ὅθεν καὶ σχημάτων ἀπάντων ἐγκοσμίων ἐστὶ δημιουργός. τί δέ; μετὰ τοῦτον ὁ πολυτέμηντος Ἥφαιστος οὐχὶ πάντα τὰ ἐγκόσμια σχηματίζει, τὸν τε ὅλον οὐρανὸν καὶ τὴν γένεσιν,