Ancient Greek
2.84.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.84.1-2
Unproofread scanNot analysed yet
τε καὶ ἐπιπέδων παράλλαξιν· ἐπεὶ γὰρ ἄνισοί εἰσιν αἱ ἐκ τοῦ μέσου καθ’ ἕκαστον τῶν ἄλλων σχημάτων, κατὰ τὸ ἕλαττον ἀπόστημα κενὸν ἔσται· οὐ μὴ ἔστι σώματος ὄγκος, εἴτ’ οὖν κατὰ μῆκος εἴτε κατὰ πλάτος, εἴη ἂν τὸ ἕλαττον· ἴσον γὰρ πάντη διέστηκε τὸ κενόν. ἀλλ’ οὐ μέν ἐστι σῶμα, οὐ β δὲ ἐλλείψει διὰ τὸ μέγεθος ἕλαττον ὄν. ἔτι λάβοις ἂν καὶ ἐκ τῶν δευτέρων φυσικῶς, ὅτι σφαιρικὸν τὸ πᾶν· ἡ μὲν γὰρ γῆ σφαιροειδὴς ἐστιν, ὡς δῆλον ἐκ τῶν πρὸς τὸ μέσον φερομένων ἀπάντων πανταχόθεν. τὸ δὲ ὕδωρ περικέχυνται τὴν γῆν καὶ αὐτὸ σφαιροειδὲς ὄν· συρρεῖ γὰρ εἰς τὸ κοῖλον, ἕως ἂν ἐφάψηται τῆς ἐκ τοῦ κέντρου τῆς γῆς καὶ ὁμοίαν ποιήσηται τὴν ἑαυτοῦ ἐπιφάνειαν τῇ τῆς γῆς. ὁ δὲ ἀὴρ περὶ τὸ ὕδωρ καὶ τὴν γῆν, καὶ περὶ τὸν ἀέρα τὸ πῦρ. εἰ δὲ ταῦτα, καὶ ὁ οὐρανὸς ἔσται σφαιρικὸς· ἔσται γὰρ κενὸν γ ἐντός, εἰ μὴ καὶ αὐτὸς σφαιρικῶς περιέχοι τὸ πῦρ. ἔτι τῷ πρωτίστῳ σώματι τὸ πρώτιστον τῶν σχημάτων ἡ φύσις ἀπονέμει καὶ τῷ ἀπλῷ τὸ ἀπλοῦν· πρότερον γὰρ ἐν ἑκάστῳ γένοι τὸ ἕν τῶν πολλῶν καὶ τὸ ἀπλοῦν τοῦ συνθέτου. καθάπερ οὖν τὰς κινήσεις διένειμεν οἰκείως τοῖς ἑαυτῆς ἔργοις, τοῖς μὲν ἀπλοῖς τὰς ἀπλᾶς, τοῖς δὲ συνθέτοις τὰς συνθέτους, οὕτω καὶ σχήματα προσήκοντα ἀπεκλήρωσεν, ἄλλα μὲν τοῖς ἀπλοῖς, ἄλλα δὲ τοῖς συνθέτοις. ἔστι δὲ τὸ σχῆμα οἷον ἄγαλμα ἐμφανὲς τοῦ εἴδους καὶ μορφὴ μορφῆς καὶ οἷον πνοὴ τῆς ἰδίας ἑκάστων ὑπάρξεως· διὸ τὸ μὲν κατ’ οὐσίαν ἀπλοῦν εἰς τοιοῦτον ἄλλο σχῆμα προέρχεται, τὸ δὲ πολυμιγὲς σύμμικτον ἔχει καὶ τὴν τοῦ δ σχήματος ἰδέαν. ἔτι τῶν μὲν κινήσεων μέτρον ἡ οὐρανία κίνησις, τὸ δὲ ἐν ἑκάστῳ μέτρον ἐστὶν ἐλάχιστον,