Ancient Greek
2.85.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.85.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33B] ἡ δὲ ἐλαχίστη κίνησις ἡ ταχίστη ἐστίν, ἡ δὲ περιφορὰ ταχίστη τῶν κινήσεων, εἰ τοῦτο, σφαιροειδὴς ὁ οὐρανός· τὸ γὰρ ταχυκινητότατόν ἐστι τὸ σφαιρικόν, διὰ τὸ ἐπὶ σμικροτάτον ποδὸς βαίνειν, ὡς φησι καὶ ὁ Ἐλεάτης Ξένος [Polit. 270 A]. ἐπὶ τῶν σωμάτων τὰ μὲν ἐστὶν ὁμοιο- B ε μερῆ, τὰ δὲ ἀνομοιομερῆ. τοῖς μὲν οὖν ἀνομοιομερεσὶν ἀναγκαίως καὶ τὰ σχήματα ἀνόμοια παρὰ τῆς φύσεως ἀπονενέμηται· τὰ γὰρ πολύγωνα καὶ ὅλως ἐγγόνα τοιαῦτα καὶ τὰ ἐκ πλειόνων ἐπιφανειῶν· τοῖς δὲ ὁμοιομερεσι τὰ ὁμοια 10 κατ’ ἀξίαν προσήρμοσται. ἐστὶ δὲ ὁμοιον ἐν στερεοῖς ἡ σφαῖρα μόνον σχημάτων, ἐπεὶ τὰ ἄλλα πάντα ἀνόμοια· τὰ μὲν γὰρ ἔχει δύο ἐπιφάνειας, ὡς ὁ κῶνος, τὰ δὲ τρεῖς, ὡς ὁ κύλινδρος, τὰ δὲ τέτταρας, τὰ δὲ πέντε, τὰ δὲ πλείους, ὡς αἱ πυραμίδες αἱ ἀπὸ βάσεων πολυγώνων τῶν ἐξῆς εὐ- 15 τάκτων. εἰ τοίνυν ὁ αἰθὴρ ὁμοιομερῆς, τοῦ δὲ ὁμοιομεροῦς καὶ τὸ σχῆμα ὁμοιον, τὸ δὲ ὁμοιον ἐν στερεοῖς σφαιρικόν, ὁ ἄρα αἰθὴρ σφαιροειδὴς ἐστιν. οὕτω μὲν οὖν φυσικῶς ἐπιχειρήσομεν. Εἰ δὲ δεῖ καὶ μαθηματικαῖς ἀποδείξεσι πιέσαι τὸν λόγον, φέρε, συντόμως εἴπωμεν τὰ δοκοῦντα τοῖς 20 ταῦτα σοφοῖς. πρῶτον μὲν οὖν ἐπιχειροῦσι κατασκευάζειν ἀ ἀπὸ τοῦ κατὰ παραλλήλων κύκλων φέρεσθαι τοὺς ἀστέρας, τοὺς τε ἀπλανεῖς καὶ πλανωμένους, ὅσῳ πρὸς τὸ βόρειον χωροῦμεν ἀεὶ τῶν τμημάτων ἀνισουμένων, ὥστε καὶ τινὰς C τῶν κύκλων ἐφάπτεσθαι λοιπὸν τοῦ ὁρίζοντος, ἄλλους δὲ 25 μηδὲ ἐφάπτεσθαι, τοὺς ἐλάσσους τῶν ἐφαπτομένων, καὶ τέλος εἶναι τι σημεῖον ἀκίνητον, περὶ ὃ πᾶσαν κινεῖσθαι τὴν περιφοράν. ἔπειτα ἀπὸ τῶν νυκθημέρων ἀνίσων γιγνομέβ νων κατὰ τὰς ἡλιακὰς ἐπὶ τὸ βόρειον ἢ νότιον κινήσεις. ἔπειτα ἀπὸ τῶν σκιῶν· ποῦθεν γὰρ ἀρχόμενος μὲν ἀνίσχειν γ 30 ὁ ἥλιος καὶ δύων βορειότερος ἡμῖν ἐστὶ τε καὶ φαίνεται τὸν καρκίνον παροδεύων, ἐν δὲ τῷ μεσημβρινῷ γενόμενος ἐπὶ βορρᾶν πέμπει τὴν σκιὰν ἢ ἀπὸ τοῦ κατὰ κύκλον κινεῖσθαι τὸ πᾶν ἐγκεκλιμένον πρὸς τὴν ἡμετέραν οἴκησιν;