Ancient Greek
2.91.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.91.4
Unproofread scanNot analysed yet
Διὰ γὰρ τούτων οὐδὲν ἄλλο φαίνεται ποιῶν ἢ τὴν μεριστὴν ζωὴν ἀφαιρῶν ἐκ τοῦ παντὸς καὶ τὰ ὄργανα τὰ μεριστά, ἃ [καὶ] ἡμῖν συνήρτηται κατελθοῦσιν εἰς γένεσιν· ἄνω γὰρ μένοντες οὐδὲν δεόμεθα τούτων τῶν πολυειδῶν ζώων καὶ τῶν μεριστῶν ὀργάνων, ἀλλ’ ἀρκεῖ τὸ ὀχῆμα τὸ αὐγολειδές, πάσας ἔχον ἡνωμένως τὰς αἰσθήσεις. ὅπου τοίνυν καὶ ἡμεῖς ἀπαλλαγέντες τῆς γενέσεως καθαρεύομεν τῆς τοιαύτης πάσης ζωῆς, τί χρὴ οἴεσθαι περὶ τοῦ παντός; οὐχὶ μίαν καὶ ἀπλὴν ἔχειν αὐτὸ ζωήν καὶ ὅλον εἶναι πρὸς ταύτην ἐγηγερμένον καὶ ἐξ ἴσου πανταχόθεν παρεσκευασθαι πρὸς τὴν τῆς μιᾶς ζωῆς ἀποπλήρωσιν; ἢ πολλῷ μᾶλλον ἐπὶ τοῦ παντὸς ταῦτα συγχωρήσομεν· τὰ γὰρ ὅλα τῶν μερῶν C θειότερα καὶ τὰ περιέχοντα τῶν περιεχομένων. ταῦτα μὲν οὖν περὶ τῆς κοινῆς τῶν προκειμένων ἐννοιᾶς. ἐπειδή δὲ ἀφαιρεῖ πᾶσαν αἴσθησιν αὐτὸς ἐκ τοῦ κόσμου κατὰ τὸ ἐφεξῆς, ὄρασιν, ἀκοήν, ὀσφρησιν, γεῦσιν, ἀφήν, φέρε, κατίδωμεν