Ancient Greek
2.93.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.93.1-2
Unproofread scanNot analysed yet
γενώμεθα, πᾶσαν μὲν τοιαύτην αἴσθησιν ἀφελεῖν, ἄλλην δὲ κρείττω ταύτης καὶ θεοῖς οἰκειοτέραν ἀποδοῦναι τῷ παντί. τίς οὖν ἐστιν αὕτη καὶ τίνα ἂν ληφθείη τρόπον; ὅτι μὲν οὖν αἰσθητικόν ἐστι τὸ πᾶν, ἐκ τε τοῦ ζῶν εἶναι τὸ πᾶν δῆλον ποιήσομεν καὶ ἀπὸ τοῦ τὴν παντὸς ψυχὴν διανοητικὴν τε εἶναι καὶ δοξαστικὴν καὶ διδόναι τῷ σώματι μετουσίαν ἀμφοτέρων, τῆς τε δόξης καὶ τῆς διανοίας· εἰ γὰρ ἡ δόξα λογικὴ τίς ἐστιν αἴσθησις, ἔσται καὶ τῷ σώματι ἡ ἀπ’ αὐτῆς ζωὴ τῆς αἰσθήσεως αἰτία, ἔσται δὲ τις καὶ τῆς διανοίας ἐν αὐτῷ εἰκών, ἣν ἂν εἴποιμεν ἡμεῖς τὴν κοσμικὴν εἶναι φαντασίαν, αὐτὴν ἐνεικονιζομένην τὴν νόησιν E ἐκείνης καὶ τοὺς ἄφανεῖς τύπους ἔχουσαν τῶν αἰσθητῶν τῶν ἐν πάσῃ τῇ περιόδῳ γινομένων. ἐκ τούτων δ’ οὖν εἶναι τοῦ παντὸς αἴσθησιν καὶ ἀπ’ ἄλλων δὲ πολλῶν ὑπομιμνήσκειν δυνατόν. τίνα δὲ αἴσθησιν ἔχει, δεῖται λοιπὸν οἰκείας ἐπιβλέψεως. φημὶ τοίνυν, ὅτι τῆς αἰσθήσεως ἡ μὲν πρωτίστη καὶ κυριωτάτη νοῦν μιμουμένη —πανταχοῦ γὰρ ἅ τὰ πρῶτα μίμησιν ἔχει τῶν πρὸ αὐτῶν, διὸ καὶ συναφὴ τοῖς πρώτοις ***ἐστί —τὸ ἑαυτῆς αἰσθητὸν ἐν ἑαυτῇ περιεῖληφεν, οὔτε μεταβαίνουσα ἀπ’ ἄλλων ἐπ’ ἄλλα· τοῦτο γὰρ ἤδη μεριζομένης ἐστίν· οὔτε εἰς τὸ ἔξω προιοῦσα· τοῦτο γὰρ ἄτελές· ἀλλὰ ἡ τὸ ὅλον αἰσθητὸν ἔχουσα ἐν ἑαυτῇ καὶ οἷον συναισθήσις οὖσα μᾶλλον. δευτέρα δὲ μετὰ ταύτην ἡ β προιοῦσα μὲν, κατ’ ἐνέργειαν δὲ τελείαν καὶ ἀεὶ ὡσαύτως πανταχόθεν ὅλον αἱροῦσα τὸ γνωστὸν παντὸς τε καθαρεύουσα πάθους καὶ πάσης ἀδυναμίας τῆς οἰκείας τοῖς μεριστοῖς καὶ ἐνύλοις ὀργάνοις. τρίτη δὲ ἡ καὶ πάσχουσα ὑπὸ γ τῶν ἔκτος καὶ συμμιγὴς ἀπὸ τε πείσεως καὶ γνώσεως, ἄρχομένη μὲν ἀπὸ τοῦ πάθους, τελευταία δὲ εἰς τὴν γνῶσιν. F τελευταία δὲ ἐστιν αἴσθησις, ἡ γνῶσις μὲν ἀμυδροτάτη πάθἐστι, πάθος δὲ τὸ πλεῖον ἐστὶ καὶ ἐγγὺς φυσικῆς συμπαθείας, ὡς μὴ τὰ εἴδη τῶν αἰσθητῶν γιγνώσκειν, οἷον ὅτι D